no image
DDbDP-text
Letter via HGV-meta
Letter from Kopres to his father Heron about a relief of workmen. A private letter from Kopres to his father Heron, found at Karanis and dating to the 4th century AD. Kopres insists that the overseer, not he, is holding back the workmen, urges his father to send the relief crew on the appointed day or he will come himself, and reports finding small stones at 18 talents each. machine translation
Linked by Trismegistos ID
TM 33591.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ κυρίῳ μου πατρὶ Ἥρωνι Κοπρῆς
χαίρειν·
πρὸ πάντων εὔχομαι τῷ θεῷ ὑγιαίνοντί σοι
καὶ εὐθυμοῦντι ἀποδοθῆναι τὰ παρʼ ἐμοῦ γράμματα.
ὡς ἔπεμψές μοι τῇ εἰκάδι τοῦ Χοίακ ἧκα πρὸ πάντων τῆς ἀλλαγῆς. μὴ νόμιζε οὖν ὅτι ἐγὼ
κατέχω τοὺς ἐργάτας, ἀλλʼ ὁ ἐπιμελητής
ἐστιν ὁ αὐτοὺς κατέχων. ἀλλὰ σπούδασον οὖν
καὶ σὺ πρὸ πάντων τὴν ἀλλαγὴν πέμψαι. ἐὰν
δὲ μὴ πέμψῃς τῇ ὡρισμένῃ ἡμέρᾳ τὴν ἀλλαγήν,
καθώσπερ μοι συνετάξω, εὐθέως τῆς ἡμέρας
τῆς ἀλλαγῆς καταλαβούσης ἀπαντήσω πρὸς σέ.
ἀσπάζομαι πάντας τοὺς ἡμετέρους κατʼ ὄνομα.
καὶ ἐὰν θέλῃς πέμψαι Ἀλῦπιν διὰ τὰ λιθάρια, πέμψον·
ηὕρηκα γὰρ αὐτὰ πρὸς δέκα καὶ ὀκτὼ τάλαντα
ἕκαστον λιθάριν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς
χρόνοις.
[v]
κυρίῳ μου πατρὶ Ἥρωνι Κοπρῆς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.