no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9092.
Each record below describes this same artifact or text from a different angle.
Ἀγαθῷ Δαίμονι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος
παρὰ Ἐριεῦτος Πεκύσεως ἀπὸ κωμης Σοκνοπαίου Νήσου. ἐχθὲς ἥτις
ἦν ζ τοῦ ὄντος μηνὸς Φαῶφι τοῦ
υἱοῦ μου Πεκύσεως ἐργαζομένου τὸ ὑπάρχον μοι σιτικὸν
ἔδαφος ὂν περὶ τὴν αὐτὴν κώμην Στοτόητις, ἐπικαλούμενος Καλάβελις, ἀπὸ κώμης Ἡρακλίας
ἀνὴρ βίαιος ὑπάρχων μὴ λειτουργῶν, τῇ βίᾳ αὐτοῦ ἐπῆλθεν αὐτῷ, ἐπαγαγὼν
σὺν αὐτῷ τὸν ἑαυτοῦ υἱὸν καὶ Μῶρόν τινα, πληγαῖς πλείσταις αὐτὸν
ᾔκισαν καὶ ἐκ τούτου κλινήρη
γεγονέναι. ὅθεν ἐπιδίδωμι καὶ ἀξιῶ
τούτου τὸ ἴσον ἐν καταχωρισμῷ γενέσθαι πρὸς τὸ μένειν μοι τὸν λόγον
πρὸς αὐτούς, μὴ ἄρα ἀνθρώπινόν τι
τῷ υἱῷ μου συμβῇ ἢ ἐπήρειά τις
τοῖς προτέροις γένηται καὶ περὶ τῶν
βεβατευμένων ὑπʼ αὐτῶν Ξοιδίου
ὑπε…μαι. διευτύχει
ἔτους ιβ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ
Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν καὶ Ποπλίου
Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Φαῶφι η.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.