no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 21519.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας Ἰουνίου Βάσσου καὶ Φλαουίου Ἀβλαβίου τῶν λαμπροτάτων ἐπάρχων Χοίακ ε Αὐρηλίῳ νι Ὠρίωνος γυμνασιαρχήσαντι τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διὰ Αὐρηλίου ἱερέως Αὐρήλιος Παυσιρίων Ὀννώφριος ἀπὸ τῆς αὐτῆς πόλεως ἱερέως τῶν ἐν τῇ αὐτῇ πόλει ἱερέων χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσειχρήσι διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστῶν νομίσ ματος τάλαντα πεντήκοντα τρία καὶ δρα χμὰς χιλίας, τάλαντα νγ δραχμαὶ Α, ἅπερ ἐπάναγκες ἀποδώσω σοι μέχριμεχρις ε τοῦ ἑξῆς μηνὸς Τῦβι τοῦ ἐνεστῶτος ἔτους κϛ ιϛ η ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. εἰ δὲ μὴ, ἐκτείσω σοι τοῦ ὑπερπεσόντος χρόνου διάφορον ἑκάστου τα λάντου τοῦ μηνὸς ἑκάστου, γινο μένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον το χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Παυσιρίων ἔσχον ἐν χρήσει τὰ τοῦ ἀργυρίου τάλαντα πεντήκοντα τρία καὶ δραχμὰςτρασμὰς χιλίας καὶ ἀποδώσω ὡς πρόκιται καὶ ἐπερωτηθεὶςἐπερωτητὶς ὡμολόγησαὁμολόγησα Αὐρήλιος βμοῦς σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.