no image
DDbDP-text
Sale of Land via HGV-meta
Linked by Trismegistos ID
TM 20759.
Each record below describes this same artifact or text from a different angle.
τοῖς ἀγορανόμοις Μάρκος Ἀντώνιος Δεῖος καὶ ὡς χρηματίζω, στρατηγήσας Ἀλεξανδρείας, νεωκόρος τοῦ μεγάλου Σαράπιδος. ὀμνύω τὸν Ῥωμαίοις ἔθιμον ὅρκον πεπρακέναι Ἀδράστῳ Χαι ρήμονος τοῦ Ἀδράστου ΝειλαναβατείῳἈδράστου, καὶ Ταναβατείῳ τῷ καὶ Ἀλθαιεῖ μητρὸς Φιλωτέρας τῆς Ὠριγένους ἀστῆς, καὶ Διονυσίῳ τῷ καὶ Παποντῶτι μητρὸς Τααρπαήσιος Πέρτακος ἀπʼ Ὀξυρύγχων πόλεως ἀφή λικι τοῦ πατρὸς Ὥρου χρηματίζοντος μητρὸς Ταψόιτος τοῖςσὺν ἀδελφοῖς δυσὶ κοινῶς ἐξ ἴσου, ἀπὸ τῶν ὑπαρχόντων μοι ἐπʼ ἀμφόδου Κρητικοῦ καὶ Ἰουδαικῆς λοιπῶν ψιλῶνψειλῶν τό πων βίκουςβείκους τέσσαρας , ὧν ἡ τοποθεσία καὶ τὸ κατʼ ἄνεμον διὰ τῆς καταγραφῆς δεδήλωται· εἶναί τε ἐμοῦ καὶ μήτε ὑποκεῖσθαι μηδὲ ἑτέροις ἐξηλλοτριῶσθαι κατὰ μηδένα τρόπον, ἀπέχειν δέ με τὴν τιμὴντειμὴν ἀργυρίου δραχμὰς δισχιλίαςδισχειλίας διακοσίας , καὶ βεβαιώσειν πάσῃ βεβαιώσει καὶ παρέξειν καθαροὺς ἀπὸ ἀπο γραφῆςδιαγραφῆς πάσης καὶ παντὸς οὑτινοσοῦν ἄλλου. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαρμοῦθι ιγ. Μάρκος Ἀντώνιος ὀμώμοκα τὸν ὅρκον. Φαρμοῦθι ιγ, ἐώνηνται Ἄδραστος καὶ ἄλλος παρὰ Μάρκου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.