Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.1.113

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Κορβόλων Ἡρακλείδῃ τῶι κυρίωι χαίρειν. ἔπεμψά σοι διὰ Ὡρίωνος τὴν κλεῖδα καὶ διὰ Ὀννώφριος καμηλίτου Ἀπολλωνίου τὸ χελώνιον. συνήλιξασυνήλλιξα ἐκείνῃ τῆι ἐπιστολῇ δεῖγμα λευκόινονλευκοινα· πρὸς αὐτό μοι οὖν ἐρωτηθεὶς εὖ ποιή σεις ἀγοράσεις μοι δραχμὰς β, καὶ ταχύ μοι πέμψον διʼ οὗ ἐὰν εὕρῃς, ἐπεὶ ὁ χιτὼνκιτὼν ὑφανθῆναι μέλλει. ἐκομισάμην πάνθʼ ὅσα ἔγραψας κομίσασθαί με παρὰ Ὀννώφριος ὑγιῆ. ἔπεμψά σοι τοῦ αὐτοῦ διὰ Ὀννώφριος μήλων χοίνικας ἓξ καλῶν. χάριν ἔχω θεοῖς πᾶσιν γιγνώσκων ὅτι ὅτι μετέλαβον παρατετευχότα Πλουτίωνα εἰς τὸν Ὀξυρυγχείτην. μὴ δόξῃς με ἠμεληκότα τῆς κλει δός, ἀλλὰ ἡ αἰτία αὕτη ἐστίν, διὰ τὸ τὸν χαλκέα μακρὰν ἡμῶν εἶναι. περὶ ὧν σοι ἐγεγράφεινγεγράφειν διὰ Κορβόλω νος πέμψαι μοι θαυμάζω πῶς οὐκ ἐδικαίωσάς μοι πέμψαι, καὶ ταῦτα ἐμοῦ χρῄζοντος εἰς ἑορτήν. ἐρωτηθεὶς ἀγόρασόν μοι σφραγῖδα ἀργυ ρᾶνἀργυρουν καί τάχιόντάχειόν μοι πέμψον. σπούδα σον ἕως οὗ ἀγοράσῃ μοι Ὀννῶφρις ἃ αὐτῷ εἴρηκεν μήτηρ Εἰρήνης. εἶπον αὐτῷ ὅτι ἔλεγε Σύντροφος μηκέτι δοῦναι τι ἈμαράντωιἈμαραντῷ εἰς τὸν ἐμὸν λόγον ἀπὸ τοῦ νῦν. ὅτι ἔδωκας αὐτῶι δήλωσόν μοι ἵνα συν άρωμαι αὐτῶι λόγον· ἐὰν δʼ ἄρα μή, ἅμα τῶι υἱῶι μου ἐξέρχομαι τούτου ἕνεκα. ἔσχον παρὰ Κορβόλωνος τοὺς τυροὺς τοὺς μεγάλους· οὐκ ἤθελον δὲ μεγάλους ἀλλὰ μικροὺςμεικροὺς ἤθελον. περὶ δὲ καὶ σὺ ὧν θέλεις δήλου μοι ἡδέως ποιήσοντι. ἔρρωσο. Παῦνι α. πέμψον μοι κοπτῶν ὀβολὸν ἕνα τῶι παιδὶ τῆς ἀδελφῆς. Ἡρακλείδῃ Ἀμμωνίου τῶι κυρίωι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.