no image
DDbDP-text
Letter via HGV-meta
Letter from Isidoros to Aurelius with instructions on estate work. A private letter from Isidoros to Aurelius, apparently his estate manager or associate, giving instructions about digging up two acacia trees, keeping the bulls and carpenters working, and bundling branches for hauling. It dates to the 3rd century AD and comes from Oxyrhynchus. machine translation
Linked by Trismegistos ID
TM 31347.
Each record below describes this same artifact or text from a different angle.
Ἰσίδωρος Αὐρηλίῳ τῷ
ἀδελφῷ πλεῖστα χαίρειν.
καθὼς εἶπά σοι περὶ τῶν
δύο ἀκάνθων ἵνα δώσωσιν ἡμῖν αὐτά, ἤδη ἐν τῇ
σήμερον περιορυγήτωσαν. αὐτὸς ὁ Φανείας ἀναγκασάτω αὐτὰς ὀρυγῆναι.
ἂν μὴ θέλῃ, γράψον μοι
ἵνʼ εἰδῶ. καὶ γὰρ τάχα
ἐν τῇ αὔριον ἐρχόμεθα σφραγεῖσαι. σπεῦσον
οὖν τοῦτο, ἵνʼ εἰδῶ. περὶ
τῶν ταύρων ἐργαζέσσθωσαν. μὴ ἀφῇς αὐτοὺς ἀργῆσαι ὅλως.
τοὺς κλάδους ἔνεγκον
εἰς τὴν ὁδὸν πάντας ἵνα δήσῃ τρία τρία καὶ
ἑλκύσῃ. οὕτως ποίησον,
καὶ συνφέρει. μὴ προσποιήσῃς πρὸς τοὺς κυρίους
αὐτῶν. τάχα οὐδὲν δίδω
αὐτῷ. μέγα πρᾶγμα ποιῶ
αὐτοῖς. τοὺς τέκτονας
μὴ ἀφῇς ὅλως ἀργῆσαι·
ὄχλει αὐτοῖς. ἐρρῶσθαί σε εὔχομαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.