Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.1.126
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ζ, ὑπατείαςὑπατίας τῆς αὐτῶν γαληνότητος τὸ δεύτερον, Παχὼν ιε, ἰνδικτίονος πέμπτης, ἔτους σμη σιζ. τῇ ἐξακτορικῇ τάξει μερίδος καὶ οἴκου τοῦ τῆς περιβλέπτου μνήμης Θέωνος διὰ σοῦ Κύρουκύρου, l. κυρίου τοῦ αἰδεσίμου ἐπιμελητοῦ ταύτης τῆς νέας Ἰουστίνου πόλεως Φλαουία Στεφανοῦς, θυγάτηρ τοῦ σοφωτάτου σχολαστικοῦ Ἰωάννου, μετὰ συναινέσεως Μάρκου τοῦ λογιωτάτου μου συμβίου ἀπὸ τῆς αὐτῆς πόλεως. θελήσῃ ἡ σὴ αἰδεσιμότης ἐκ τῶν ἀποκειμένων παρʼ αὐτῇ δημοσίων πτυκτῶν βαρέσαι τὸ ἐμὸν ὄνομα καὶ κουφίσαι τὸ ὄνομα τοῦ αὐτοῦ μου σοφωτάτου πατρὸς Ἰωάννου καθʼ ἕκαστον ἐνιαυτὸν ἀπὸ ἐμβολῆς καὶ χρυσικῶν τῆς σὺν θεῷ εἰσιούσης ἕκτης ἐπινεμήσεως, καὶ αὐτῆς καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον, εἰς μὲν ἐμβολὴν σίτου κανόνος ἀρτάβας ἑξήκοντα τρεῖς μετὰ τῶν τούτων ναύλων Ἀλεξανδρείας καὶ μεταφορᾶς καὶ παντοίων ἀναλωμάτων, καὶ ὑπὲρ κανονικῶν τὰ καὶ καταβαλλόμενα τῷ κατὰ καιρὸν ἐθνικῷ χρυσώνῃχρυσῶν ἢ χρυσοῦ κεράτια εἴκοσι δύο δημοσίῳ ζυγῷ, καὶ ὑπὲρ ἀρκαρικῶν τὰ καὶ καταβαλλόμενα τῷ κατὰ καιρὸν ἀρκαρικαρίῳἀρκαρικαρίῳ , l. ἀρκαρίῳ ἤτοι ἐμβολάτορι χρυσοῦ κεράτια εἴκοσι δύο ἥμισυ ὀβρυζιακὰ εἰς δημοσίῳ κεράτια εἴκοσι τέσσαρα. ταῦτα γὰρ ἔδοξεν ἡμᾶς συντελέσαι ὑπὲρ τῶν ἐπιδοθέντων ἐμοὶ τῇ αὐτῇ Στεφανοῦδι προικιμαίωνπροκιμαίων κατʼ ἀγροὺς ἀκινήτων πραγμάτων καθʼ ἕκαστον ἐνιαυτόν, καὶ πρὸς τὸ εἰδέναι τὴν σὴν αἰδεσιμότητα καὶ ἀσφάλειαν τοῦ δημοσίου λόγου πεποιήμεθα τὸ παρὸν ἐπίσταλμα τοῦ σωματισμοῦ μεθʼ ὑπογραφῆς ἡμῶν ὡς πρόκειται. Φλαουία Στεφανοῦς ἡ προγεγραμμένηπρογεγραμένη, στοιχεῖστοιχῖ μοι τὸ παρὸν ἐπίσταλμα τοῦ σωματισμοῦ τῆς προγεγραμμένηςπρογεγραμένης ἐτησίας συντελείαςσυντελίας τοῦ δημοσίου ὡς πρόκιται. Φλάουιος Μάρκος σὺν θεῷ ἰατρὸς, υἱὸς τοῦ τῆς λογίας μνήμης Ἰωάννου γενομένου ἀρχιιάτρου, συναινῶ καὶ συντίθημι τῇ εὐγενεστάτῃ μου συμβίῳ Στεφανοῦδι ἐπὶ τῇ προγεγραμμένῃ ἐτησίᾳ συντελείᾳ τῶν δημοσίων τῶν ἐγκειμένων ἐν τούτῳ τῷ ἐπιστάλματι τῶν τοῦ σίτου ἀρταβῶν ἑξήκοντα τριῶν κανόνος μετὰ τῶν αὐτῶν ναύλων Ἀλεξανδρείας καὶ μεταφορᾶς καὶ παντοίων ἀναλωμάτων καὶ τῶν τοῦ χρυσοῦ κερατίων εἴκοσι δύο δημοσίῳ ὑπὲρ κανονικῶν, καὶ τῶν εἴκοσι δύο ἥμισυ κερατίων ὀβρυζιακῶν εἰς κεράτια εἴκοσι τέσσαρα δημοσίῳ ὑπὲρ ἀρκαρικῶν, καὶ στοιχήσας πᾶσιν τοῖς προγεγραμμένοις ἐν τού τῳ τῷ ἐπιστάλματι τοῦ σωματισμοῦ γενομένῳ πρὸς σὲ Κῦρονκύρον, l. κύριον τὸν αἰδέσιμον ἐπιμελητὴν οἴκου Θέωνος ὑπέγραψα ὡς πρόκειται. di emu Paulu sumbolaeografu eteliothe ἐπίσταλμα σωματισμοῦ γενόμενον παρὰ Στεφανοῦδος τῆς εὐγενεστάτης μετὰ συναινέσεως Μάρκου ωαμλ ἀπὸ τῆς νέας Ἰουστίνου πόλεως.Cross-references (3)
- TM-Text 20770 primary
- DDbDP-Text p.oxy;1;126 tier-1
- HGV-Text 20770 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.