no image
DDbDP-text
Resignation of a Secretary via HGV-meta
Linked by Trismegistos ID
TM 37140.
Each record below describes this same artifact or text from a different angle.
ὁ εὐδοκιμώτατος κύριος Παμούθιος ὁ χαρτουλάριος ἀσθένειαν σώματος προβαλλόμενοςπροβαλόμενος ἐβουλήθη ἐπαναχωρῆσαιαπαναχωρησαι τῶν πραγμάτων καὶ ἡσυχάσαι, καὶ τοῦτο γνόντεςγνώντες, συνέβη γὰρ καὶ ἐμὲ Ἰωάννην εἶναι τότε κατὰ τὴν Ὀξυρυγχιτῶν, ἐγενόμεθα ἐν τῷ οἴκῳ αὐτοῦ πρὸς αὐτόν, καὶ πολλὰ αὐτὸν ἐδυσωπήσαμεν μηδὲν τοιοῦτο πρᾶξαι ἢ διανοηθῆναι δίχα γνώμης καὶ ἐπιτροπῆς τῆς ὑμετέρας ἐνδοξότητος. καὶ ἄλλως πως οὐκ ἐδυνήθημεν πεῖσαι αὐτὸν τὰς αἰτήσεις ἡμῶν δέξασθαι, εἰ μὴ ὑπεσχόμεθαἑπεσχόμεθα ἐνωμότως αὐτῷ τὰ περὶ τούτου διὰ γραμμάτων προσανενεγκεῖν τῇ ὑμετέρα ἐνδοξότητι . ἐπιμένει γὰρ λέγων μὴ δύνασθαι ἐπὶ τοσοῦτον κοπωθῆναι, ἀλλʼ αἰτεῖ ἐπιτραπῆναι ἀνελθεῖν εἰς τοὺς πόδας τῆς ὑμετέρας ἐνδοξότητος, ἵνα τὸ παριστάμενον ἐπʼ αὐτῷ δοκιμάσῃ. τὸ οὖν δοκοῦν καταξιώσῃ ἡ ὑμετέρα ἐνδοξότης ἀντιγράψαι, καὶ ἢ πεῖσαι περὶ τούτων τὴν αὐτοῦ αἰδεσιμότητα ἐπιμεῖναι ἐν τοῖς πράγμασιν καὶ τὰ συνήθη διαπράξασθαι, ἢ ἐπιτρέψαι αὐτῷ ἀνελθεῖν εἰς τοὺς ἐνδόξους αὐτῆς πόδας. ἡγείσθω τῆς ἐπιστολῆς ἡ ἐποφειλομένη κατὰ χρέος προσκύνησις τῇ ὑμετέρᾳ ἐνδοξότητι. δεσπότῃ ἡμῶν τὰ πάντατῷ πάντων ἐνδοξοτάτῳ πανευφήμῳ κρείττονιΚρείττονι κομιτοτριβούνῳ Ἰωάννης, Θεόδωρος, Θεόδωρος, σχολαστικοίσχολλαστικοί.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.