Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.1.130
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ φιλοχρίστῳ φιλοπτώχῳφιλοπτόχῳ παν ευφήμῳ ὑπερφυεστάτῳ πατρικίῳ καὶ δουκὶ τῆς Θηβαίων χώρας Ἀπίωνι παρὰ Ἀνοὺπ ἐλεεινοῦ ὑμετέρου δούλου ἀπὸ τοῦ διαφέροντος αὐτῇ κτήματος καλουμένου Φάκρα. οὐδὲν ἄδικον ἢ ἀσεβὲς κέκτηται ὁ ἔνδοξος οἶκος τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου, ἀλλʼ ἀεὶ μεστός ἐστι ἐλεημοσύνης ἐπιρρέωνἐπιρέον τοῖς ἐνδεέσινἐδέεσιν τὰ χρειώδηχριώδη. ὅθεν καὶ ἐγὼκἀγὼ ὁ ἐλεεινὸς δοῦλος τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου διὰ ταύτης μοῦ τῆς παρούσης δεήσεωςδεησεήσεως ἐλεηθῆναί μοι βούλομαι γνῶναι τὴν ὑμετέραν δεσποτείανδεσποτίαν ὡς ἐκ πατέρων καὶ ἐκ προγόνων δουλεύειν τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ πληρῶσαι ἐτησίως τὰ δημόσια· καὶ θεοῦ βουλήσει ἐπὶ τῆς παρελθούσης ἑνδεκάτης ἰνδικτίονος καὶ τῆς παρελθούσης δεκάτης τεθνάναιθεθνάναι τὰ ἐμὰ κτήνηκτηναι, καὶ χρυσίον οὐκ ὀλίγον ἐδανεισάμηνἐδανισάμην νομίσματα ιε ἕως ὅτε δυνηθῶ ἀγοράσαι τὰ αὐτὰ κτήνη. καὶ ἀλλʼ ὅτε προσῆλθον τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ καὶ ἐλεῆσαί με ἐλθόνταἐλθον ἐνταῦθα, οἱ διαφέροντες τοῦ ἐμοῦ δεσπότου οὐκ ἠνέσχοντοἠνεσχετο ποιῆσαι κατὰτατα τὴν κέλευσιν τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου. ἐὰν γάρ, δέσποτα, μὴ καταλάβῃκαταλάβεͅ με ὁ ἔλεός σου, οὐ δύνομαι σταθῆναι ἐν τῷ ἐμῷ κτήματι καὶ χρησιμεῦσαι τοῖς γεουχικοῖςγεουχοκοις πράγμασιν. καὶ παρακαλῶ καὶ κατακελεύωκατικελεύω τὴν ὑμετέραν δεσποτείανδεσποτίαν προστάξαι ἐλεηθῆναί με, ἐπειδὴ εἰς μεγάλην ἀνατροπὴν ἦλθον. οὐκ ἔχω γὰρ ἄλλην κατα φυγὴν εἰ μὴ τὴν τοῦ δεσπότου Χριστοῦ καὶ τῆς ὑμετέρας ὑπεροχῆς. καὶ ὕμνους ἀθανάτους ἀναπέμψω τῷ δεσπότῃ Χριστῷ ὑπὲρ τῆς ζωῆς τῆς ὑμετέρας δεσποτείαςδεσποτίας καὶ τοῦ ὑπερφυεστάτου αὐτῆς υἱοῦ Στρατηγίου δεσπότου.Cross-references (3)
- TM-Text 20771 primary
- DDbDP-Text p.oxy;1;130 tier-1
- HGV-Text 20771 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.