Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.1.131

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

τῷ ἐμῷ μετὰ θεὸν ἀγαθῷ δεσπότῃ δέησις καὶ ἱκεσία παρʼ ἐμοῦ Σουσνεῦ ἐλεεινοῦ ὑμετέρου δούλου ἀπὸ Πάτανι. διδάσκω τὸν ἐμὸν ἀγαθὸν δεσπότην τὸ κατʼ ἐμὲ πρᾶγμα, τοῦτον ἔχοντα τὸν τρόπον. ἡνίκα ἔζη ὁ πατὴρ μου ἐκάλεσεν ἐμὲ καὶ τοὺς ἀδελφοὺς ἐμοῦ, λέγων ὅτι κρατήσῃ εἷς ἐξ ὑμῶν τὴν οὐσίαν τῆς μητρὸς ὑμῶν Ἰωραφη, καὶ οἱ ἄλλοι ἐκ τῆς οὐσίας μου τρέφονται· καὶ ἐπῆρεν Δαυεὶτ τὸν μικρότερόν μου ἀδελφόν, καὶ δέδωκεν εἰς τὴν κτῆσιν τῆς μητρός μου. καὶ μέλλων τελευτᾶν ὁ πατήρ μου ἐκέλευσεν δοθῆναι αὐτῷ τῷ Δαυεὶτ ἐκ τῆς αὑτοῦ οὐσίας ἡμιαρούριον, λέγων ὅτι ἀρκεῖ αὐτῷ τὸ ἡμιαρούριον διότι καὶ τὴν κτῆσιν τῆς μητρὸς αὐτοῦ ἔχει. καὶ ἰδοὺ τρία ἔτη σήμερον ἀφʼἀπʼ ὅτε ἀπέθανεν, ἅμα δὲ ἀπέθανεν παρεγενάμην πρὸς Ἀβραάμιον τὸν μείζονα Κλαυδιανοῦ, καὶ παρήνεγκεν τοὺς μάρτυρας τοὺς εὑρεθέντας ἐπάνω τοῦ πατρός μου, τοῦτʼ ἔστιν, Ἰούλιον τὸν πρεσβύτερον καὶ Ἀπολλών, καὶ πρὸς τὴν φωνὴν τοῦ πατρός μου ἐποίησεν γενέσθαι· καὶ καθʼ ἐνιαυτὸν σπείρω τὴν οὐσίαν μου, καὶ Δαυεὶτ ὁ ἀδελφός μου σπείρει τὴν οὐσίαν τῆς μητρὸς μου καὶ τὸ ἡμιαρούριον αὐτοῦ. καὶ σήμερον Ἀβραάμιος ὁ πορδουλεσθεὶς παρὰ τοῦ αὐτοῦ Δαυεὶτ ἐφύλαξέν με λέγων ὡς ἐὰν μὴ λάβῃ ὁ ἀδελφός μου τὴν οὐσίαν τῆς μητρὸς παρὰ μίαν καὶ τὸ ἡμιαρούριον ὃ δέδωκεν αὐτῷ ὁ πατήρ μου, καὶ πάλιν μερισθῇμερισθηναι εἰς ἐμὲ καὶ αὐτὸν ὅσα κατέλειψέν μοι ὁ πατήρ μου· δέδωκεν δὲ τῇ μητρί μου ὁ πατήρ μου ρι νομίσματα ἵνα μερίσηται εἰς ἐμὲ καὶ τοὺς ἀδελφούς μου, καὶ ταῦτα δέδωκεν Ἐλισάβετ τῇ μειζοτέρᾳ μου ἀδελφῇ. καὶ παρακαλῶ τὸν ἐμὸν ἀγαθὸν δεσπότην παρασκευάσαιπαρασκευσάσαι πρὸς ὃ εἶπεν ὁ πατήρ μου φυλαχθῆναί μοι τὸ δίκαιον.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.