Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.1.133

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κδ, τοῖς τὸ η μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουίου ΒασιλείουΒασιλίου τοῦ λαμπροτάτου, Φαῶφι κβ, ἰνδικτίονος ιδ, ἐν ὈξυρύγχωνὈξυρυγχιτῶν πόλει. Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, τὸ κοινὸν τῶν πρωτοκωμητῶν τῆς κώμης Τάκονα τοῦ Ὀξυρυγχίτου νομοῦ, παγαρχουμένης ὑπὸ τοῦ οἴκου τῆς ὑμῶν ἐνδοξότητος, διʼ ἡμῶν Αὐρηλίων Φοιβάμμωνος μείζονος, υἱοῦ Πεκυσίου, καὶ Ἀνοὺπ υἱοῦ Ἀριτσί, καὶ Μηνᾶ ἀδελφοῦ αὐτοῦ, καὶ Κουλαὴτβ υἱοῦ Ἰωάννου, καὶ Ἀνοὺπ υἱοῦ Πρίσκου, καὶ Ἡρακλείδου υἱοῦ Παλμᾶ, καὶ Φὶβ υἱοῦ Ἰουλίου, καὶ λοιπῶν κωμαρχῶν ταύτης, χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ τῆς ὑμῶν ἐνδοξότητος ἐν χρήσει καὶ παραμεμετρῆσθαι ἀπὸ γενήματος τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος εἰς σπερμοβολίαν τῶν ἡμῶν ἀρουρῶν καρπῶν τῆς σὺν θεῷ πεντεκαιδεκάτης ἐπινεμήσεως σίτου ῥυπαροῦ ἐκτὸς διαπείσματοςδιαπίσματος καγκέλλῳ ἀρτάβας διακοσίας τὰς καὶ δοθείσας ἡμῖν διὰ τῶν κληρονόμων τοῦ μακαρίου Μηνᾶ υἱοῦ ἈσκλᾶτοςὈσκλᾶτος ναυκλήρου τοῦ αὐτοῦ ἐνδόξου ὑμῶν οἴκου, γίνονται σίτου ἀρτάβαι σ καγκέλλῳ· ὅνπερ σῖτον νέον κεκοσκινευμένον καγκέλλῳ ᾧ παρειλήφαμεν ἐπάναγκες ἀποδώσομεν τῇ ὑμῶν ἐνδοξότητι μετὰ καὶ τοῦ φορικοῦ ἡμῶν φόρου ἐν τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἔτους σκζ ρϙϛ τῆς αὐτῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος ἐκ νέων καρπῶν τῆς σὺν θεῷ πεντεκαιδεκάτης ἐπινεμήσεως, ἀνυπερθέτως κινδύνῳ τῶν ἡμῖν ὑπαρχόντων ὑποκειμένων εἰς τοῦτο. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφέν, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. τὸτὼν κοινὸνκοινὼν τῶν πρωτοκωμητῶνπροτοκομητο͂ν τῆς κώμης Τάκονα τοῦ Ὀξυρυγχίτου νομοῦ διὰ τῶν προγεγραμμένων ἐν αὐτῷαὐτῇ ὀνομάτων τοῦτο τὸ γραμμάτιον πρὸς τὴντων ἡμῶν ἐνδοξότητα τοῦτόν τε σίτουσῖτον ἀρταβῶν διακοσίωνδιακοσίον ῥυπαροῦ ἐκτὸς διαπείσματοςδιαπίσματος καγκέλλῳκαγέλλῳ, γίνονται σίτου ῥυπαροῦ ἀρτάβαι σ, καὶ ἀποδώσομενἀποδώσωμεν ἐν τῇ εἰρημένῃεἰρημένον προθεσμίᾳ καὶ συμφωνεῖσυμφωνῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμέναἐγεγραμμένα ὡς πρόκιται, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν καὶ ἀπελύσαμενἀπελήσαμεν. Αὐρήλιος Ἡρακλίδης γραμματεὺς κώμης Τάκονα ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶναὐτοὺς ἀγραμμάτωνἀγραμάτον ὄντων. di emu Filoxenu eteliothe. Φαῶφι κγ ἰνδικτίονος ιδκγ κ ιδ γραμμάτιον γενόμενον παρὰ τῶν πρωτοκωμητῶν τῆς κώμης Τάκονα λόγῳ σπερμοβολίας καρπῶν ιε ἐπινεμήσεως, σίτου καγκέλλῳ ἀρταβῶν σ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.