no image
DDbDP-text
Receipt via HGV-meta
Linked by Trismegistos ID
TM 20785.
Each record below describes this same artifact or text from a different angle.
ουπραιλ υ νοταρίου τῆς Ἡρακλέους. ὑπεδεξάμην παρὰ τῆς ὑμετέρας ὑπερφυείαςὑπερφυίας διὰ Ἰωάννου τοῦ εὐδοκιμωτάτου ὑμῶνὑμῶνἡμῶν τραπεζίτου ὑπὲρ προσόδων τρίτης καταβολῆς τρεισκαιδεκάτηςτρισκαιδεκάτης ἐπινεμήσεως χρυσοῦ ἐν ὀβρύζῳ χαράγματι, νομίσματα χίλιαχείλια τετρακόσια τεσσαράκοντα, καὶ ἐν ἀπολύτῳ Αἰγυπτίῳ χαράγματι ζυγῷ Ἀλεξανδρείας νομίσματα ἑπτακόσια εἴκοσι, καὶ ὑπὲρ ὀβρύζης καὶ ἀποκαταστατικῶν αὐτῶν νομίσματα τεσσαράκοντα πέντε, γίνεται χρυσοῦ νομίσματα Βσε· καὶ ταῦτα ἑτοίμως ἔχω καταγαγεῖν ἐν Ἀλεξανδρείᾳ δίχα θεοῦ βίας καὶ τῶν κατὰ ποταμὸν κινδύνων καὶ ἐπηρειῶν, καὶ καταβαλεῖν ἐπὶ Ἰωάννην καὶ Συμεώνιον τοὺς λαμπροτάτους ἀργυροπράτας, καὶ ἐνεγκεῖν γράμματα τοῦ λαμπροτάτου ἀποκρισιαρίου Θεοδώρου ὡς τὸ εἰρημένον χρυσίον εἰς πλῆρες κατεβλήθη. καὶ πρὸς ὑμετέραν ἀσφάλειαν ἤτοι τοῦ αὐτοῦ εὐδοκιμωτάτου τραπεζίτου πεποίημαι τὴν παροῦσαν παραθηκαρίαν γραφεῖσαν χειρὶ ἐμῇ μηνὶ Ἀθὺρ κϛ ἰνδικτίονος ιδ. βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου ΤιβερίουΤιβρίου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ἕκτου, μετὰ τὴν ὑπατείανὑπατίαν τῆς αὐτοῦ δεσποτείας τὸ δεύτερον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.