no image
DDbDP-text
Repair of Public Buildings via HGV-meta
Request for city funds for repairs to the Baths of Hadrian. Two citizens of Oxyrhynchus appointed to supervise the repair and construction of the Baths of Hadrian ask the gymnasiarch and the exegetes in office to release 3 silver talents from city funds for the purchase of materials. Dated Pharmouthi of year 9 of Septimius Severus and Caracalla (AD 201). machine translation
Linked by Trismegistos ID
TM 20716.
Each record below describes this same artifact or text from a different angle.
Σαραπίωνι τῷ καὶ Ὡρίωνι ἐνάρχῳ
γυμνασιάρχῳ καταδεοῦς ὄντος τὴν ἡλικίαν διὰ τοῦ κατὰ πατέρα πάππου
Ἀπίωνος γυμνασιαρχήσαντος,
καὶ Ἀχιλλίωνι ἐνάρχῳ ἐξηγητῇ
διὰ Ἀχιλλίωνος τοῦ καὶ Σαραπάμμωνος υἱοῦ καὶ διαδόχου,
παρὰ Διογένους Σαραπίωνος καὶ Λουκίου Ἑρμίου, ἀμφοτέρων ἀπʼ Ὀξυρύγχων πόλεως, εἰσδοθέντων ὑπὸ τοῦ τῆς πόλεως γραμματέως
γνώμῃ τοῦ κοινοῦ τῶν ἀρχόντων
εἰς ἐπιμέλειαν ἐπισκευῆς καὶ κατασκευῆς Ἁδριανῶν θερμῶν.
αἰτούμεθα ἐπισταλῆναι ἐκ τοῦ
τῆς πόλεως λόγου εἰς τιμὴν γενῶν ἐπὶ λόγου ἀργυρίου τάλαντα
τρία, γίνεται τάλαντα γ, ὧν λόγον τάξομεν
ὡς δέον ἐστίν. ἔτους θ
Αὐτοκρατόρων Καισάρων
Λουκίου Σεπτιμίου Σεουήρου
Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ
Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου
καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου
Εὐσεβοῦς Σεβαστῶν
Καίσαρος Σεβαστοῦ, Φαρμοῦθι.
Διογένης Σαραπίωνος αἰτοῦμαι τὰ τοῦ ἀργυρίου τάλαντα τρία ὡς πρόκιται. Λούκιος Ἑρμίου συναιτοῦμαι
τὰ τοῦ ἀργυρίου τάλαντα τρία
ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.