Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.10.1282
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
κολ πλ. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ ιη ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος. ὁμολογεῖ Θνᾶς Πετοσοράπιος μητρὸς Ἡρᾶ τος τῆς Ἡρακλείδου μετὰ κυρίου τοῦ ἑαυ τῆς ἀδελφιδοῦἀδελφιδοῦς Θομπαχράτου τοῦ Παάπιος μητρὸς Τεκώσιος τῆς Πετοσορ άπιος Ἀμόιτι Ἀπολλωνίου τοῦ Σύρου μητρὸς Τεκώσιος καὶ τῇ τούτου γυναικὶ Τεκώσει Θώνιος τοῦ Πετοσοράπιος μη τρὸς Ἐσενεῦτος μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀμόιτος, πάντες τῶν ἀπʼ Ὀξυρύγχων πό λεως, ἐν ἀγυιᾷ, ἀπέχειν παρʼ αὐτῶν ἀργυ ρίου Σεβαστοῦ νομίσματος δραχμὰς τε τρακοσίας κεφαλαίου καὶ τοὺς καθήκον τας τούτων τόκους δανεισθείσας αὐ τοῖς ὑπὸ τοῦ γενομένου καὶ μετηλ λαχότος τῆς Θνᾶτος ἀνδρὸς Παπον τῶτος τοῦ Ἀμόιτος τοῦ Θέωνος ὁπότε περιῆν κατὰ συγγραφὴν γεγονυῖαν διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει μνημονείου τῷ ἑνδεκάτῳ ἔτει θεοῦ Οὐεσπασιανοῦ μηνὶ Νέῳ Σεβαστῷ, ὧν ἡ πρᾶξις σὺν ἄλ λοις τοῦ Παποντῶτος προφέρεται ἡ Θνᾶς κατηντηκέναι εἰς ἑαυτὴν καθʼ ὃ ἔθετο ὁ ΠαποντῶςΠαποντῶτος ὁπότε περιῆν διάταγμα, καὶ μηδὲν ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν μηδʼ ἐπελεύσεσθαιἐπελεύσασθαι Θνᾶν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς οἷς ὁμολογεῖ μηδὲ τοῖς πα ρʼ αὐτῶν περὶ μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας, αὐτόθεν δὲ καὶ ἀναδεδωκέναι αὐτοῖς τὴν ἐπιφο ρον τοῦ δανείου συγγραφὴν κεχιασμέ νην εἰς ἀκύρωσιν, ἢ χωρὶς τοῦ τὴν ἐσο μένην ἔφοδον ἄκυρον εἶναι ἔτι καὶ ἐκ τίνειν Θνᾶν ἢ τὸν ὑπὲρ αὐτῆς ἐπελευ σόμενον τοῖς προγεγραμμένοις ἢ τοῖς παρʼ αὐτῶν καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμονἐπίτειμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μη θὲν ἧσσον κυρία ἡ συγγραφήσυγγραφηι ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ ὀκτωκαιδε κάτηιὀκτωικαιδεκάτηι, διὰ νος ἀγορανόμου κεχρημάτικακεχρημάτισται.Cross-references (3)
- TM-Text 21767 primary
- DDbDP-Text p.oxy;10;1282 tier-1
- HGV-Text 21767 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.