Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.12.1408
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
β. δός. Σώπατρος εἶπεν· ἀρκέσουσί σοι πεντεκαίδεκα . Τρύφων εἶπεν· ἐπὶ τού τῳ μέντοι, ἐὰν ἐντὸς τῆς προθεσμίας ἀπαιτηθῶ, ἔχειν με πρὸς αὐτὸν τὴν ἀγωγήν. Σώπατρος εἶπεν· τοῦτο καὶ χωρὶς ἐντεύξεως καὶ ὑπομνημάτων πάντως ἡ προσ φώνησις καὶ ἡ τῆς ἐγγύης ἀναδοχὴ καὶ τὸ χειρόγραφον τὸ ὑπὲρ τοῦ πατρὸς τὸ πιστόν σοι παρέχει. Ἀσκληπιάδης εἶπεν· κατὰ τὸ ἐπιβάλλον μοι μέρος. Τρύφων εἶπεν. οἱ ἀλληλέγγυοί εἰσινεσσιν. μία γὰρ ἔκκλητος καὶ ἓν πρόστιμόνπρόστειμόν ἐστιν. Σώπατρος Ἀσκληπιάδῃ εἶπεν· φρόντισον ἐντὸς τῶν πεντεκαίδεκα ἡμερῶν κατελθεῖν καὶ τὸ πρόστιμονπρόστειμον πᾶν, ἀλληλεγγύη γὰρ ὑμῶν ἐστιν, θεματίσαι, ἵνʼ ἔχῃ ὁ ἀξιολογώ τατος Τρύφων τὸ ἀσφαλές. Βαίβιος Ἰουγκῖνος στρατηγοῖς Ἑπτὰ νομῶν καὶ Ἀρσινοΐτου χαίρειν. ἔχω μὲν ὑμῖνὑμεῖν καὶ διʼ ἑτέρων μου γραμμάτων προστάξας πεφροντισμένως τὴν τῶν λῃστῶν ἀναζήτησιν ποιήσασθαι, κίνδυνον ὑμῖνὑμεῖν ἐπαρτήσας εἰ ἀμε λεῖτε, καὶ νῦν δὲ διατάγματι. βεβαιῶσαί μου τὴν γνώμην ἠθέλησα, ἵνα πάν τες εἰδῶσιν οἱ κατὰ τὴν Αἴγυπτον οὐκ ἐκ παρέργου τιθέμενον τοῦτο τὸ χρέος, ἀλλὰ καὶ τοῖς συλλημψομένοις ὑμῖν γέρα προτιθέντα, κίνδυνον δὲ τοῖς ἀπειθεῖν προαιρουμένοις ἐπανατεινόμενον. ὅπερ διάταγμα βούλομαι ἔν τε ταῖς μητροπόλεσι καὶ τοῖς ἐπισημοτάτοις τῶν νομῶν τόποις προτεθῆναι, ζημίας ὑμῖν ἐπικειμένης μετὰ κινδύνου εἴ τις κακουργὸς λαθὼν βιάζε σθαι δύναται. ἐρρῶσθαι ὑμᾶς βούλομαιβουμομαι. ἔτους Φαῶφι κη. Λούκιος Βαίβιος Αὐρήλιος Ἰουγκῖνος ἔπαρχος Αἰγύπτου λέγει. τὸ τοὺς λῃστὰς καθαιρεῖν χωρὶς τῶν ὑποδεχομένων μὴ δύνασθαι πᾶσι φανερόν, ἀλλὰ γυμνοὺς τῶν περικειμένων αὐτοῖς ὄντας ταχέως τιμω ρησόμεθα εἰσὶ δὲ ὑποδεχομένων πολλοὶ τρόποι. οἱ μὲν γὰρ κοινωνοῦ ντες τῶν ἀδικημάτων ὑποδέχονται, οἱ δὲ οὐ μετέχοντες μέν καCross-references (3)
- TM-Text 21817 21818 primary
- DDbDP-Text p.oxy;12;1408 tier-1
- HGV-Text 21817 21818 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.