no image
DDbDP-text
Declaration of Pagan Sacrifice via HGV-meta
Linked by Trismegistos ID
TM 21866.
Each record below describes this same artifact or text from a different angle.
τοῖς ἐπὶ τῶν θυσιῶν αἱρεθεῖσι τῆς Ὀξυρυγχειτῶν πόλεως παρὰ Αὐρηλίου Γαιῶνος Ἀμμωνίου μητρὸς Ταεῦτος. ἀεὶ μὲν θύειν καὶ σπένδειν καὶ σέβειν θεοῖς εἰθισμένος κατὰ τὰ κελευσθέντα ὑπὸ τῆς θείας κρίσεως καὶ νῦν ἐνώπιον ὑμῶν θύων καὶ σπέν δων καὶ γευσάμενος τῶν ἱερείων ἅμα Ταῶτι γυναικὶ καὶ Ἀμμωνίῳ καὶ Ἀμμω νιανῷ υἱοῖς καὶ Θέκλᾳ θυγατρὶ διʼ ἐμοῦ καὶ ἀξιῶ ὑποσημειώσασθαίὑποσημιώσασθαί μοι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ γ. Αὐρήλιος Γαιὼν ἐπιδέδωκα. Αὐρήλιος Σαραπίων ὁ καὶ Χαιρήμων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδό τος γράμματα. Βησᾶς, ΨεναμοῦνιςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.