Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.12.1472

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἀπολιναρίωι στρατηγῷ παρὰ Ἡρακλᾶτος τοῦ καὶ Ἡρακλείδου Ἡρακλᾶτος ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐπόρισα ἐκ τοῦ καταλογείου χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. Δημήτριος ὁ καὶ Δομίτιος ὁ διέπων τὰ κατὰ τὴν ἀρχιδικαστείανἀρχιδικαστίαν τῷ τοῦ Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνή ματος ἀντίγραφον σύνταξον μεταδοθῆναι ὡς ὑπόκειται. ἔρρωσο. ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶφ ε. Αἰλιανῷ Εὐφράνορος γενομένου ἐξηγητοῦ υἱῷ νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος γενομένῳ ἐπάρχῳ σπείραςσπείρης δευτέρας Κομμαγηνῶν ἱππικῆς ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐ πιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων, διὰ Δημητρίου τοῦ καὶ Δομιτίου ἀποδεδειγμένου ἐξηγητοῦ διέποντος τὰ κατὰ τὴν ἀρχιδικαστείαν, παρὰ Ἡρακλᾶ τοῦ καὶ Ἡρακλείδου Ἡρακλᾶτος ἀπʼ Ὀξυρύγχων πόλεως. ὀφειλομένων μοι ὑπὸ Διογένους Ἡρακλείδου τοῦ Μιγκίωνος ἀπὸ τῆς αὐτῆς πόλεως κατʼ ἐνγράπτους ἀσ φαλείας δύο γεγονυίας τῷ δωδεκάτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, μίαν μὲν Θὼθ παραθήκης κριθῆς μέτρῳ δη μοσίῳ ἡμιαρταβίῳ ἀρταβῶν εἴκοσι τεσσάρων ἡμίσους χοι νίκωνχοινείκων ἐννέα , κατὰ δὲ τὴν δευτέραν τῷ Φαμενὼθ τοῦ αὐ τοῦ δωδεκάτου ἔτους ὡσαύτως παραθήκης πυροῦ μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ ἀρταβῶν εἴκοσι τεσσάρων χοινίκων τριῶν , ὧν πάντων τὴν ἀπόδοσιν ὡμολόγησεν ποιή σασθαίποιήσασθέ μοι ὁπηνίκα ἐὰν αἱρῶμαι, ἔτι δὲ καὶ τελῶν ἐνκυ κλίου καὶ καταλοχισμῶν, ὧν χρόνων καὶ διελθόν των καὶ μηδεμιᾶς ἀποδόσεως γεγονυίας, μετηλ λαχότος τε τοῦ Διογένους ἐπὶ κληρονόμῳ υἱῷ Ημ , ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγχίτου στρατηγῷ ἐπι δοῦναι τούτου ἀντίγραφον τῷ Ημ πο υ νι ντου δι υαν ω αν αφη ω ρ θη μ ξα

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.