no image
DDbDP-text
Lease of Catoecic Land via HGV-meta
Linked by Trismegistos ID
TM 5255.
Each record below describes this same artifact or text from a different angle.
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλο πατόρων ἔτους ὀγδόου, τὰ δʼ ἄλλα τῶν κοινῶν ὡς ἐν Ἀλεξανδρείαι γράφεται, μηνὸς Γορπιαίου καὶ Ἐπεὶφ κζ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος. ἐμίσθωσεν Θέων Θέωνος τῶν κατοίκων ἱππέων Ἀπολλωνίωι τῶι καὶ Ἁρβίχει Ἀπολλωνίου τοῦ καὶ Ἁρβίχιος Πέρσηι τῆς ἐπιγονῆς οἱ δύο ἀγυιᾶς Κλεοπάτρας Ἀφροδίτης τὸν ὑπάρχοντα αὐτῶι περὶ Παῖμιν κλῆρον ἀρουρῶν τριάκοντα , ὥστε πυροσπορῆσαι μὲν εἰς τὸ ἔνατον ἔτος τὸ ἥμισυ, τὸ δʼ ἄλλο ἥμισυ ξυλαμῆσαι ἀράκωι, ἐκφορίου ἑκάστης ἀρούρας τὴς μεν πυρῶι πυροῦ στερεοῦ ἀκρίθου ἀρταβῶν ἕξ , τῆς δὲ ἀράκωι πυροῦ ὁμοίως στερεοῦ ἀκρίθου ἀρταβῶν ὁμολογεῖ δʼ ὁ Ἀπολλώνιος ἔχειν παρὰ τοῦ Θέωνος εἰς σπέρματαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.