Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.14.1639
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ὀρσενοῦφις καὶ Πεκῦσις ἀμφότεροι Πετοσίριος Πέρσαι τῆς ἐ πιγονῆς Θέωνι τῶι καὶ Θοώνει Θέωνος τῶν κατοίκων ἱππέων χαίρειν. ὁμολογοῦμεν ἔχειν παρὰ σοῦ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου ἃ καὶ διαγράφεται διὰ τῆς Ἡρακλείδου ἰδιωτικῆς τραπέζης τιμὴν πυροῦ στερεοῦ ἀκρίθου ἀρταβῶν τριάκοντα , ἃς καὶ ἀπο δώσομέν σοι ἐν τῶι Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον ἄκριθον μέτρῳ τοῦ τῆς πόλεως Σαραπιείου καταστήσαντες τοῖς ἰδίοις ἀνηλώμασιν οὗοἷς ἂν συντάσσῃς ἐπὶ τοῦ αὐτοῦ ἱεροῦ. ἐὰν δὲ μὴ ποιῶμεν καθὰ γέγραπται, ἐκτεί σομέν σοι διʼ ἐγγύων ἀλλήλων τιμὴν ἑκάστης ἀρτάβης ἧς ἐὰν μὴ ἀποδῶμενἀποδωσι χαλκοῦ δραχμὰς τετρακισχιλίας , τῆς πράξεως σοι οὔσης ἔκ τε ἀμφοτέρων καὶ ἐξ οὗ ἐὰν αἱρῆι καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης, μὴ μενουσῶν ἡμῖν πίστεων καθʼ ὁντινοῦν τρόπον, τῶν δʼ ἐπενεχθησομένων ὑφʼ ἡμῶν ἀκύρων οὐσῶν. ἀγώγιμοίαγωγιμος σοι δὲ ἐσόμεθα ἐπί τε τοῦ προωνο μασμένου Σαραπιείου καὶ ἐπὶ παντὸς ἀσύλου καὶ ἄρχοντος καὶ ὅπου ἂν τῶι καθόλου περιπίπτῃς ἡμῖν. κυρία ἡ χεὶρ πανταχῆι ἐπιφερομένη καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους θ Φαῶφι κ. Ὀρσενοῦφις καὶ Πεκῦσις ἀποδώσομεν τὰς τοῦ πυροῦ ἀρτάβας τριάκοντα καθότι πρόκειται. Ἀμμώνιος Σωσιπάτρου γέγραφα ὑπὲρ αὐτῶν ἀξιωθεὶς διὰ τὸ μὴ ἐπίστασ θαι αὐτοὺς γράμματα. ἔτους θ Φαῶφι κ. ἔτους θ Φαῶφι κ, διὰ Ἡρακλείδου τραπέζης γέγονεν ἡ διαγραφή. ἔτους θ Φαῶφι, χειρόγραφον πυροῦ ἀρταβῶν λ Ὀρσενούφιός τε καὶ Πεκύσιος πρὸς Θέωνα τὸν καὶ Θοῶνιν.Cross-references (3)
- TM-Text 5257 primary
- DDbDP-Text p.oxy;14;1639 tier-1
- HGV-Text 5257 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.