no image
DDbDP-text
Letter of Pausanias Concerning a Recruit via HGV-meta
Linked by Trismegistos ID
TM 31777.
Each record below describes this same artifact or text from a different angle.
ΠαυσανίαςΠαυσσανίας Ἡρακλείδῃ τῶι ἀδελφῶι χαίρειν. οἴομαι τὸν ἀδελφὸν Σαραπάμμωνα μεταδεδωκέναι ὑμῖνὑμεῖν διʼ ἣν αἰτίαν κατῆλθον εἰς Ἀλεξάνδρειαν, φθάνω δὲ ὑμῖνὑμεῖν πρότερον γεγραφηκὼς περὶ τοῦ μικροῦμεικροῦ Παυσανίου ὡς εἰς λεγιῶνα στρατευσαμένουστρατευσαμενον. ὡς οὖν ἐβουλήθη μη κέτι εἰς λεγιῶναν ἀλλὰ εἰς εἶλαν, μαθὼν ἀναγκαίως ἔσχον πρὸς αὐτὸν καταντῆσαι, καίτοι μὴ βουλόμενος. δεηθεὶς οὖν πολλὰ ὑπὸ τῆς μητρὸς αὐτοῦ καὶ τῆς ἀδελφῆς εἰς Κό πτον αὐτὸν μετενεγκεῖν, κατελθὼν εἰς Ἀλεξάνδρειαν πολλαῖς ἀφορμαῖς ἐχρησάμην ἄχρι οὗ υ μετενέχθη εἰς τὴν ἐν Κόπτῳ εἶλαν. ἐπιθυμῶν οὖν πρὸς ὑμᾶς τῷ ἀναπλόῳ καταντῆσαι περιεκλείσθημεν ἀπὸ τοῦ δοθέντος τῷ παιδίῳ ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος κομεάτου, καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ἴσχυσαεἴσχυσα πρὸς ὑμᾶς καταντῆσαι. θεῶν οὖν βουλομένων πρὸς τὴν ἑορτὴν τῶν Ἀμεσυσίων πειράσομαι πρὸς ὑμᾶς γενέ σθαι. μελησάτω σοι οὖν, ἄδελφε, περὶ τοῦ γράμματος τῆς ὑποθήκης ὥστε αὐτὸ ἀπαρτισθῆναι καθὼς ἔθος ἐστίν. παρακαλῶ οὖν, ἄδελφε, γράψαι μοι περὶ τῆς ὑμῶν σω τηρίας, ἐπεὶ ἤκουσα ἐν τῇ Ἀντινόου ὅτι παρʼ ὑμῖνὑμεῖν λοιμὸς ἐγένετο. μὴ οὖν ἀμελήσῃς, ἵνα καὶ ἐγὼκἀγὼ περὶ ὑμῶν εὐθυ μότερον διάξω. ἀσπάζου πολλὰ τὴν κυρίαν μου μητέρα καὶ τὴν ἀδελ φήν μου καὶ τὰ ἀβάσκαντα ἡμῶν παιδία. ἀσπάζε ται ὑμᾶς Παυσανίας. ἐρρῶσθαί σε εὔχομαι πανοικεί. εἰς Ὀξυρυγχείτην Ἡρακλείδῃ δμν παρὰ Παυσανίου ἀδελφοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.