no image
DDbDP-text
Letter of Palex to Chinthonis via HGV-meta
Letter from Palex to his sister Chinthonis about his arrival in Alexandria. A private letter from Palex to his sister Chinthonis, telling her he arrived safely in Alexandria on 20 Epeiph and asking her to send Thonis to him. He complains that the purse of copper money she sent was short of the full sum, and sends greetings from himself and their mother Sarapas to many relatives. machine translation
Linked by Trismegistos ID
TM 31781.
Each record below describes this same artifact or text from a different angle.
[r]
Πάλεξ Χινθώνι τῇ ἀδελφῇ χαίρειν. πρὸ μεν πάντων
εὔχομαί σε ὁλοκληρεῖν καὶ τὸ
προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ θεῷ Σαράπιδι. πᾶν ποίησον σὲ
ἀπελθεῖν παρὰ Θῶνιν καὶ πέμψον μοι αὐτὸν εἰς Ἀλεξάνδρειαν.
ἐπεὶ δὲ εἰς τὴν τάξιν τοῦ
καθολικοῦ παρεδόθημεν,
τὸ μαρσίππιν τῶν χαλκίνων ὃ ἔπεμψάς μοι οὐχ εὗρον τὸ πλῆρος τῶν χαλκίνων ἐν αὐτῷ τάλαντον
ἓν ο[…] καὶ δραχμὰς Βσ.
εἰδέναι σε θέλω ὅτι
εἰσήλθαμεν εἰς Αλεξάνδρειαν ὁλοκληροῦντες τῇ εἰκάδι
Ἐπείφ. ἀσπάζω Φιλουμένην σὺν τοῖς τέκνοις
καὶ Πτολεμῖνον καὶ
τὴν σύνβιον αὐτοῦ.
ἀσπάζει ὑμᾶς πάντας
ἡ μήτηρ ὑμῶν Σαραπᾶς,
Φιλουμένην σὺν τοῖς τέκνοις
καὶ Ὠριγένην καὶ Χινθῶνιν
καὶ Μασκουλῖνον καὶ τὴν σύνβιον αὐτοῦ καὶ Ἡράκλειαν
καὶ Αἶαν καὶ Πτολεμῖνον
καὶ τὴν σύνβιον αὐτοῦ.
[v]
παρὰ
Πάλεξ
ἀπόδος
Χινθώνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.