no image
DDbDP-text
Letter of Agathus to Aphrodite via HGV-meta
Letter from Agathos to Aphrodite about a sealed letter of instructions. A private letter from Agathos to Aphrodite, sent from Oxyrhynchus in the 3rd century AD. He tells her that Doxa, the bearer, is bringing a sealed letter of instructions for Ptolemais from Chairemon the embroiderer, asks her to confirm receipt promptly, and sends greetings to her family and friends. machine translation
Linked by Trismegistos ID
TM 31785.
Each record below describes this same artifact or text from a different angle.
[r]
χαῖρε, Ἀφροδείτη, Ἄγαθός σε ἀσπάζομαι.
πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ
προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι.
λήμψῃ παρὰ Δόξης τῆς ἀναδιδούσης σοι τὸ ἐπιστολίδιον τὸ ἐντολικὸν Πτολεμαίδος ὃ ἔλαβον παρὰ
Χαιρήμονος τοῦ ποικιλτοῦ πέμψαι αὐτῃ ὡς ἔδωκέν
μοι ἐσφραγισμένον. ταχέως δήλωσον ἡμῖν διὰ
φάσεως ὡς ἀπέσχες, ἵνα μὴ βαρήσεις ἀνθρώποις γράψαι σοι
ἐπιστολίδιον, ἵνα μὴ ὀχληρὰ γένῃ παρʼ ἀνθρώποις.
καὶ περὶ τῶν πρώτων ἐντολικῶν δήλωσόν μοι.
ἄσπασαι τὴν μητέρα σου καὶ τὸν πατέρα σου καὶ Ἄγαθον
καὶ Ἡρακλάμμωνα καὶ Διδύμην καὶ Ἀλεξάνδραν
καὶ Σι…τρίαν σὺν τῷ ἀνδρί. μαθέτω ὅτι ἀσπάζομαι αὐτήν. ἄσπασαι τοὺς σοὺς πάντας κατʼ ὄνομα
ἐξ ὀνόματός μου. ἔχει πάλιν ἡ Δόξα ἄλλα τινὰ ἃ ἔσχεν
[… ? lines lost …]
[v]
Ἀφροδείτῃ παρὰ Ἀγάθου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.