no image
DDbDP-text
Contract for Labour in a Vineyard via HGV-meta
Linked by Trismegistos ID
TM 21972.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσεν Ἀπίων Ὡρείωνος γυμνασιαρχήσας τῆς ὈξυρυγχιτῶνὈξυρύγχων πόλεως Ἀμόιτι Ἀμόιτος μητρὸς Σαμβοῦτος καταγινομένῳ ἐν Ταλαὼ ἐπὶ ἐνιαυτὸν ἕνα ἀπὸ νεομηνίας Ἁθὺρ τοῦ ἐνεστῶτος κθ ἔτους τὰ ἀμπελουργικὰ χειρικὰχερικὰ ἔργα πάντα χω ρὶς ξυλοτομίας ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ περὶ Ταλαὼ ἐκ τοῦ Πτολεμαίου τοῦ Τρύ φωνος κλήρου ἀμπελικοῦ κτήματος καὶ καλαμείας ὅσων ἐστὶν ἀρουρῶν παλαι ᾶς ὡς καὶ νέας, ἅπερ ἐστὶν ἔργα τιλμὸς καλάμου, μεταφορὰ τούτου εἰς τὸν συνήθη τόπον, σάρω σις φύλλων, συντομὴ καὶ μεταφορὰ τούτων ἐκτὸς πλαστῆς εἰς ἐπιτηδείους τόπους, σκα φητός, παραγραφή, ἀπωρυγισμὸς τῶν δεομέ νων τόπων, συντομὴ τοῦ εἰς καλαμουργίαν καινοῦ καλάμου, καλαμουργία, τοῦ γεούχου παρε χομένου κάλαμον καὶ φλοῦνφλουῦν τὸν αὐτάρκη, ἐπάρδευσις καὶ βοτανισμὸς διηνεκής, σκα λισμός, βλαστολογία, διάστασις φύλλων καὶ ἀνάλημψις βλαστῶν, φυλλολογία, καὶ παρέσται τῇ τρύγῃ, καὶ φυράσειφυράσι τὸν Πηλουσιακὸν οἶνον , καὶ ἔτι φυλάξειφυλάξι ἐν ἀγρῷ τὸ σύνηθες πρὸς κώμην, καὶ μετενεγκεῖ γένημα μέχρι ενεχθέντ μίσθωσις ἀμπελουργικῶν ἔργων κθ ἔτους ἈπίωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.