no image
DDbDP-text
Letter to Horion via HGV-meta
Letter from A[…]ulos to Horion complaining of his silence. A private letter from a man whose name ends in -ulos to his friend Horion, complaining that Horion never writes back and that items sent through Herakleides and Sakannaros never reached him. He asks for news of Horion's health, needs and affairs and sends greetings to family and friends. It dates to the 3rd century AD and comes from Oxyrhynchus. machine translation
Linked by Trismegistos ID
TM 31808.
Each record below describes this same artifact or text from a different angle.
[r]
Α[…]υλος Ὡρείωνι τῶι τιμιωτάτωι
χαίρειν.
ἐγὼ μὲν ἐχόμενος τῆς εἰς σὲ ἀεὶ στοργῆς
πολλάκις σοι ἐπέστειλα, σὺ δὲ οὐδʼ ἅπαξ κατηξίωσάς με γραμμάτων. οὐ μόνον, ἀλλὰ
καὶ τὰ διὰ Ἡρακλείδου καὶ Σακαννάρου πεμφθέντα ὡς μετέδωκάν μοι, οὐδὲ καὶ ὣς
ἔσχον. εὖ οὖν ποιήσεις, ἄδελφε, ἐπιστείλας
μοι περί τε τῆς σωτηρίας σου καὶ τῶν σῶν
πάντων, καὶ ὧν ἕνεκα ἐνχρῇζεις, καὶ τίνα
τρόπον διάγεις, καὶ περὶ τῆς πράξεως, ἵνʼ ἡσθῶ·
ἡ γὰρ εὐπραγία σου κοινή ἐστιν εὐτυχία.
ἀσπάζομαι τὸν πατέρα Ἰσχυρίωνα
καὶ τὰ ἀβάσκαντα τεκνία καὶ τὴν ἀγαθήν
σου ἀδελφὴν καὶ Θέωνα καὶ Πατερμούθιον
καὶ τοὺς φίλους ἡμῶν κατʼ ὄνομα. ἐρρῶσθαι
καὶ ὁλοκληρεῖν σε εὐδοξοῦντα καὶ εὐτυχοῦντα καὶ εὐπραγοῦντα θεοῖς πᾶσι εὔχομαι.
[v]
Ὡρείωνι φίλῳ παρὰ Α[…]ύλου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.