no image
DDbDP-text
Letter from Theodorus to a Dioecetes via HGV-meta
Linked by Trismegistos ID
TM 37871.
Each record below describes this same artifact or text from a different angle.
Ἰωάννης ὁ λαμπρότατος σκρινιάριος ἔφη μήπω πεπληρῶσθαι παρὰ τῆς ὑμετέρας ἀδελφικῆς ποθεινότητος τὰ καλαν δικὰ αὐτοῦ, καὶ ἐκ πρώτης μὲν ἀκοῆς ἄπιστον ἐδόκει μοι τὸ λεχθέν, πολὺνπολλὺν γὰρ εὔφημον λόγον ὑπὲρ αὐτοῦ συνεῖρεν ἐνταῦθα διάγουσα, καὶ οὐκ ἦν εἰκὸς τοσοῦτον ὑμᾶς ἐγκωμιάζοντας αὐτὸν μὴ καὶ πρὸ χρόνου πολλοῦ τὴν δόσιν ποιεῖσθαι πρὸς αὐτὸν τῶν καλανδικῶν. ἐπειδὴ δὲ πάλιν ὁ ἄνθρωπος ἀψευδὴς καθέστηκεν, οὐ δεδύνημαι τὸν λόγον παντελῶς ἀποσείεσθαι, ἀλλὰ μᾶλλον τοῦ βράδους τὸ αἴτιον τῇ στενώσει τῶν πραγμάτων ἀνεθέμην. οὕτω γὰρ καὶ αὐτὸς ὑπεραπελογεῖτο τῆς ὑμετέρας ποθεινότητος, καὶ μόνον ᾔτει γινώσκειν ὑμᾶς ὡς χαριεῖσθέ μοι μεγάλως εἰ πάνυ π πρὸς αὐτὸν ἐπανε τὴν ὑμετέραν ἀ γαγεῖν γνησιότητα οἰκείῳ δεσπότῃ τῷ πάντων λαμπροτάτῳ ποθεινοτάτῳ προσκυνητῷ γνησίῳ ἀδελφῷ κυρίῳ Φοιβάμμωνι διοικητῇ Θεόδωρος σὺν θεῷ σχολαστικός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.