no image
DDbDP-text
Letter to a Goldsmith via HGV-meta
Linked by Trismegistos ID
TM 35599.
Each record below describes this same artifact or text from a different angle.
τῷ ὡς ἀληθῶς ἀγαπητῷ ἀδελφῷ Ἀφυγγίῳ Πτολεμαῖος ἀπὸ Τακόνα. ἐπεί σου ἡ ἀγάπη ἤρεσεν τῷ θεῷ, δέον ἡμῶν ἐστὶν τοῦ σε εὐδοκιμοῦν τα ἐπαινεῖν, ἄδελφε. καταξίωσον, ἐὰν ᾖ σοι κεχαρισμένον, συνελθεῖν τῷ καμηλαρίῳ ἄχρις οὗ τὰ ἀποσταλέντα ὑπʼ ἐμοῦ τῷ Ἰσὰκ λάβῃς κατὰ τάχος, τουτέστιν ἄρτων ζεύγη δύο καὶ ἐλαίου ῥαφανίνου στα μνίον ἓν χωροῦν ὡσεὶ ξέστας δύο καὶ ὄξους ἀναγκαίου διπλοῦν ς καὶ οἴνου ὀμφακηρὰναμφακηραν μίαν καὶ ων μίαν καὶ ονιμαν μίαν καὶ τυρὰ τρία καὶ ἥμισυἡμις καὶ ῥιπίδιον ἓν καὶ ἀδελφῶι, καὶ εἴ τι δʼ ἂν δέχη ται ὁ καμηλάριος παρὰ τοῦ αὐτοῦ, τὸν τέλειον λόγον δήλωσόν μοι ποῖον ἐστὶν τοῦτο, ἵνα ὁ καμηλάριος αὐτὸ λάβῃ. προσαγορεύω τὴν τιμί αν μητέρα Κύραν καὶ ἐμοὺςημους φίλους πάντας. οὐκ ἐδυνήθην ἐντ εσθαι αὐτὸν ἀποστεῖλαι, σὺν θεῷ δὲ τάχα πέμ ψω σοι εὐλογίαν. ἔρρωσθαί σε εὔχομαι τῷ ὡς ἀληθῶς ἀγαπητῷ ἀδελφῷ Ἀφυγγίῳ χρυσοχόῳ Πτολεμαῖος ἀπὸ Τακόνα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.