no image
DDbDP-text
Letter of Didymus via HGV-meta
Letter from Didymos to Apollonios on vineyard wine output and travel. A letter from Didymos to Apollon (Apollonios) reporting the wine output of the vineyard of Dionysos in various jar types, and the dispatch of animals with workmen. He asks how he and a little girl are to travel upriver, by boat or with animals sent to meet them. machine translation
Linked by Trismegistos ID
TM 30676.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ ἀξιολογωτάτῳ Ἀπόλλωνι
Δίδυμος χαίρειν.
ῥύσις χωρίου Διονύσου ἐπὶ τὸ αὐτὸ
τῶν ληνιδίων ϛ τετράχοα Ερλβ,
διπλᾶ ρκα, δίχοα λζ, ξενικόκουφα
ἀριθμῷ η, εἰς ἃ κατηνγίσθη ἐπὶ
τὸ αὐτὸ μέτρα σια καὶ διαταγῆς
ἐπὶ τὸ αὐτὸ μέτρα ρκγ, γίνεται ἐπὶ τοῦ
ὅλου χωρίου Ευξδ. τὰ κτήνη ἀπέστειλα μετὰ τοῦ τέκτονος καὶ Σώτου
καὶ τοῦ οἰκοδόμου σήμερον ἐκβάντος τῆς ὑποκαύσεως τῆς ὀπτῆς, δοὺς
αὐτῷ καὶ τοὺς μισθοὺς αὐτοῦ ὡς αὐτὴ ἔγραψέν μοι. φρόντισον πῶς
ἀνελθεῖν ἡμᾶς, εἰ μὴ θέλεις ἀνελθεῖν ἡμᾶς διὰ τῶν παρʼ ἡμῖν κτηνῶν. ἐὰν γὰρ τύχωμεν πλοίου εἰς ὃ
ἡ μικὴ δύναται ἐμβῆναι, ἀνερχόμεθα, εἰ δὲ θέλεις ἀποστεῖλαι ἐφʼ ἡμᾶς τὰ κτήνη εἰς τὸ τοῦ Λαγᾶ ἵνα
διὰ νυκτὸς ὁδεύσαντες ἀνέλθωμεν,
μόνον μὴ ἡμᾶς καταλείψῃς τὸν
μικρὸν πάκτωνα ὃν μετὰ Ἰσιδώρου
ἀνέπεμψα, οὐκ ἐτόλμησεν γὰρ
ἡ μικὴ ἐκεῖ ἐμβῆναι.
ἐρρῶσθαί σε εὔχομαι.
[v]
τῷ ἀξιολογωτάτῳ Ἀπολλωνίῳ
Δίδυμος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.