Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.2.271
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον. ἔτους δευτέρου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Καισαρείου ἐπαγομένων γ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Ἡράκλεια Ἡρακλείδουηρακλειδηυ ἀστὴ μετὰ κυρίου Νικίππου τοῦ Νικίππου Ἀλθαιέως Παποντῶτι Ἀφύγχιος τοῦ καὶ Ζωίλου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ παρακεχωρηκέναι αὐτῷ πρᾶξιν καὶ κομιδὴν ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμῶν διακοσίων , ὧν καὶ αὐτὴ Ἡράκλεια τυγχάνει παρακεχωρημένη κατὰ συνχώρησιν τὴν τελειωθεῖσαν διὰ τῆς ἐφημερίδος τοῦ καταλογείου τῷ Καισαρείῳ μηνὶ τοῦ ἐνεστῶτος δευ δευτέρου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, δανεισθεισῶν δὲ ὑπὸ Πνεφερῶτι Παποντῶτος χρηματίσαντι Πέρσῃ τῆς ἐπιγονῆς καθʼκα ἑτέραν συνχώρησιν τὴν τελειωθεῖσαν διὰ τοῦ αὐτοῦ καταλογείου ταῖς ἐπαγομέναις τοῦ Καισαρείου μηνὸς τοῦ πρώτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος· προσπαρακεχωρηκέναι δʼ αὐτῷ ὁμοίως ἣν καὶ αὐτὴ παρεκεχώ ρηται πρᾶξιν διὰ τῆς εἰς αὐτὴν ὡς πρόκειται γεγονυίας συνχω ρήσεως τῶν τοῦ ἀργυρίου δραχμῶν διακοσίων , κν Παποντω συνκεχωρηκέναι αὐτὴν ἑαυτῷ τὴν πρᾶξιν καὶ κομιδὴν εισυτων τοῦ ἀργυρίου δραχμῶν σ καὶ τῶν τόκων, καὶ τὰ ἄλλα ἐπιτελεῖν καθὰ καὶ αὐτῇ καὶ τῷ Εἰρηναίῳ ἐξῆν, καὶ αὐτόθεν ἀναδέδωκεν τῷ Παποντῶτι τὰς εἰς αὐτὴν καὶ τὸν Εἰρηναῖον ὡς πρόκειται συνχωρήσεις δύο ἃς καὶ παρέξεται ἐνθέσμους καὶ ἀπεριλύτους διὰ τὸ ἐξευλυτῆσθαι αὐτὴν ὑπὸ τοῦ Παποντῶτος ταῖς τοῦ ἀργυρίου δραχμαῖς διακοσίαις καὶ τοῖς τόκοις. τὴν δὲ παρὰ ταῦτα ἐσομένην ἔφοδον ἄκυρον εἶναι, ἔτι καὶ ἐκτίνειν Ἡράκλειαν ἢ τὸν παρʼ αὐτῆς ἐπελευσόμενον τῷ Παποντῶτι ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ἑ κάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον κυρία ἡ συγγραφήσυνγραφηι.Cross-references (3)
- TM-Text 20542 primary
- DDbDP-Text p.oxy;2;271 tier-1
- HGV-Text 20542 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.