no image
DDbDP-text
Deed of Surety via HGV-meta
Deed of surety for a boat captain carrying public grain to Alexandria. A sworn deed of surety in which Aurelius Zeuxis of Pela guarantees that Aurelius Horoptoleeis of Antinoopolis will captain a landowner's 2,000-artaba cargo boat, deliver public grain to Alexandria, and return the boat with its tackle. It was drawn up at Pela in the Oxyrhynchite nome in 362, under the emperor Julian. machine translation
Linked by Trismegistos ID
TM 22217.
Each record below describes this same artifact or text from a different angle.
[…]…[…]… λογισταῖς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως
παρὰ Αὐρηλίου Ζευξίου Σαραπίωνος ἀπὸ κώμης Πέλα τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογῶ ὀμνὺς τὸν
σεβάσμιον θεῖον ὅρκον τοῦ δεσπότου ἡμῶν Ἰουλιανοῦ αἰωνίου
Αὐγούστου ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι
Αὐρήλιον Ὡροπτολέειν ἀπὸ τῆς λαμπροτάτης Ἀντινοέων πόλεως καταγινόμενον ἐν τῇ αὐτῇ κώμῃ Πέλα ἐνπιστευθέντος ὑπὸ σοῦ τοῦ γεούχου τούτου ἔχειν ὅπερ κέκτησαι πλοῖον ἑλληνικὸν φικοπήδαλον ἀγωγῆς ἀρταβῶν
δισχιλίων πλεῖον ἔλαττονἐπὶ τῷ αὐτὸν ἐνπλεῖν ἐν τῷ αὐτῷ πλοίῳ τὴν κυβέρνησιν τούτου ποιούμενον
καὶ οὕσπερ ἐὰν ὑποδέξηται γόμους δημοσίων γενημάτων ἀκολούθως τοῖς ἐπιδιδομένοις ὑπʼ αὐτοῦ κατὰ
χειρογραφίαν καταγαγεῖν ἐπὶ τὴν λαμπροτάτην Ἀλεξάνδριαν ἢ ὁπουδὰν προσταχθῇ καὶ παραδοῦναι
ἐκ πλήρους καὶ τῆς τούτων παραδόσεως τὰ γράμματα ἐπενεγκεῖν ἀπὸ τῆς εὐτυχοῦς ἕκτης νέας
ἰνδικτίονος πρὸς τὸ μηδεμίαν μέμψιν σοι περὶ αὐτῶν γενέσθαι καὶ ὁπόταν αἱρῇ παραδοῦναι αὐτὸν
τὸ αὐτὸ πλοῖον μετὰ καὶ τῆς τούτου ἐξαρτίας ὡς ἐὰν ὑποδέξητε χωρὶς θεοῦ βίας ἢ ἐμὲ τὸν ἐγγυητὴν ἐπάναγκες ὑποστῆναι πάντα τὰ πρὸς αὐτὸν περὶ τούτου ζητούμενα ἢ ἔνοχος εἴην
τῷ θείῳ ὅρκῳ.
Αὐρήλιος Ζεύξιος Σαραπίωνος ὤμοσα τὸν θεῖον ὅρκον ἐνγυώμενος τὸν Ὡροπτολέειν
ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀττίων Εὐποθίου ἔγραψα ὑπὲρ αὐτοῦ
γράμματα μὴ εἰδότος
διὰ ἐμοῦ Ἁρπάλου ἐγράφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.