Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.22.2350

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[1dupl] …[…] καὶ […]γυμνασιαρχήσαντι ἐξηγητῇ τῆς Ὀξυρυγχιτῶν πόλεως καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογῶ ὀφείλειν σοι ἀπὸ λόγου ἐκφορίων ὧν ἐγεώργησά σου ἐδαφῶν περὶ Κερκεθῦρειν πυροῦ μὲν μέτρῳ σῷ πρὸς ἑκάστας τὰς δέκα ἀρούρας ἀρτάβας τεσσαράκοντα δύο τέταρτον χοίνικας δύο καὶ λαχανοσπέρμου ὁμοίως μέτρῳ ἐλαιουργικῷ Κερκεθύρεως ἀρτάβας δύο ἥμισυ ἃς καὶ ἐπάναγκόν σοι ἀποδώσω τὸν μὲν πυρὸν ἐν ἔτεσι τρισὶ τὸ δὲ λαχανόσπερμον ἐν ἔτεσι δυσὶ τῷ μὲν ἐνεστῶτι γ ἔτει πυροῦ μὲν ἀρτάβας δεκατέσσαρας χοίνικας τέσσαρας καὶ λαχανοσπέρμου ἀρτάβην μίαν τέταρτον, τῷ δὲ εἰσιόντι δ ἔτει ὁμοίως πυροῦ ἀρτάβας δεκατέσσαρας χοίνικας τέσσαρας καὶ λαχανοσπέρμου τὴν λοιπὴν ἀρτάβην μίαν τέταρτον καὶ τῷ ε ἔτει ὁμοίως τὰς λοιπὰς τοῦ πυροῦ ἀρτάβας δεκατέσσαρας χοίνικας τέσσαρας ἐπὶ δὲ πάντων χωρὶς διαφόρου. ἐὰν δὲ μὴ ἀποδῶ ταῖς δηλουμέναις προθεσμίαις τάξομαί σοι διάφορον ἡμιόλιον γεινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι παντοίων πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γείνεσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ η. Αὐρήλιος Πατᾶς Παποντῶτος ὀφείλω τὰς τοῦ πυροῦ ἀρτάβας τεσσαράκοντα δύο τέταρτον χοίνικας δύο καὶ λαχανοσπέρμου ἀρτάβας δύο ἥμισυ καὶ ἀποδώσω ταῖς δηλουμέναις προθεσμίαις καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Διογένης ὁ καὶ Πείσων Καλλινείκου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. [3] [… ? lines lost …] [… 7 lines lost …] ἐνεστῶτος γ ἔτους ἐφ’ ἅλω …[…]…ου ἐποικίου πυρὸν νέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον τῆς μετρήσεως ὑπὸ τῶν σῶν γεινομένης. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραμμαι τάξομαί σοι διάφορον ἡμιόλιον γεινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι παντοίων πάντων. κύριον τὸ χειρόγραφον ἁπλοῦν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γείνεσθαι ἐπερωτηθεὶς ὡμολόγησα ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ ιε. Αὐρήλιος Παποντῶς Οὐηστίνου ἔσχον τὰς τοῦ πυροῦ ἀρτάβας τέσσαρας ἥμισυ καὶ ἀποδώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Διογένης ὁ καὶ Πείσων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.