Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.24.2407

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

δραχμαὶ Απ Ἐπεὶφ β δραχμαὶ α Ἐπεὶφ ιγ δραχμαὶ Ασζ Μεσορὴ δραχμαὶ σμ Μεσορὴ ε δραχμαὶ α καὶ εἰσδέδωκα τὰ μετα ἀπὸ τῶν κελευσθέντων ὑπὸ τοῦ διασημοτάτου ἡγεμόνος δοθῆναι ἀπὸ ογο μετὰ τὰ ἐξοδιασθέντα τάλαντα δ ἀπβωνος τὰ λοιπὰ τάλαντα ητυ ταλαντ λθ δραχμαὶ Ετ, ὡς λοιπὸν τάλαντον α δραχμαὶ Ατμ ὁ σύλλογος ἐφώνησεν· εὐγενὲςεὐγενη σύνδικε, καλῶς ἐδιῴκησας· τῷ ἁγνῷ καὶ πιστῷ καὶ φιλο πόλειφιλοπόλι ἐμαρτυρήθη. Μενέλαος σύνδικος εἶπεν· ὁ μὲν λόγος οὗτος παρετέθη ὑμῖν, προτεθήσεται δὲ καὶ δημοσίᾳ καὶ καταχωρισθήσεται. ἔτι δὲ ὁ λόγος τῶν ν ταλάντων καὶ τῶν λ ἀνενεχθήσεται τῷ κυρίῳ μου διασημοτάτῳδιασημοτατου ἡγεμόνι, καὶ δοκιμάσει αὐτοῦ τὸ μεγαλεῖον. ἄλλο. Μενέλαος σύνδικος εἶπεν· οὐδὲοἰδὲ ἑνὶ ἀγνοεῖται, οἵαν φροντίδα ἔχει ἡ συνδικία συν, καὶ ὅπωςπως ἅπασαςἅνπασας τὰς κελεύσεις τὰς ἡγεμονικὰς καὶ τῶν ἄλλων διετέλεσα διανύων, ἔτι μὴν καὶ αὐτὴν τὴν διοίκησιν τῆς πόλεως. διαμέμνησθε δὲδιαμεμνησθαι ἡνίκα διεῖλονδιῖλον τὸ λεύκωμα τῶν ἀρχόντων εἰς τὰς δύο φυλὰς καὶ ἀνηνέχθη τῷ κυρίῳ μου διασημοτάτῳ ἡγεμόνι, ἐφʼ ὅσον ψῆφος ἐγένετο τῆς νομῆς, ὅτι τοίνυν εὐχομένων ὑμῶν ἐπεγένοντο ταῖς δυσὶ φυλαῖς καὶ ἄλλοι ἐπαυξηθέντεςἐπαυξηθέντας, δώδεκα τὸν ἀριθμόν. ἀναγκαῖον ἡγησάμην, καὶ δὴ καὶ τότε διελάλησα ἐπὶ τῶν ὑπομνημάτων, τοῦ χρόνου πεπληρωμένου καταλέξαι τοὺς ἐπιγενομένους εἰς τὰς δύο φυλὰς ὑπὲρ τοῦ τὴν ἰσομοιρίαν ἔχειν καὶ μὴ τὸ δεύτερον ἐκτεῖσαι, ἀλλὰ ἀπὸ μιᾶς σμιας. εἰσὶ δὲ οἱ προσγενόμενοιπρογγενομενοι· καὶ ἑξῆς λέγοντος, ὁ σύλλογος ἐφώνησεν. εὐγενὲςεὐγενη σύνδικε, καλῶς ἐδιῴκησας· ὠκεαναὶ φιλο πόλειφιλοπόλι, ὠκεαναὶ ἰδιοποιέ, ἄξιε τοῦ ἡγεμόνος μιᾷ ἀπʼ αἰῶνος συνδικίᾳ· τοιούτους δεῖ γίγνεσθαι. Ἀπολλόδωρος ἄρξας εἶπεν· ἐπὶ τῶν ὑπομνημά των ἀσφαλίζομαι, ὅτι ἐν τῷ ἀριθμῷ τῶν δώδεκα Εὐήμερος ἀδελφὸς διʼ ἐπιστάλματος τοῦ νῦν συνδίκου ἤδη ἐλειτούργησεν.ἐλιτουργησεν. καὶ ἀντίγραφον ἀξιοῦμεν παραθέσθαι χ ἡμῖν. Σερῆνος γενόμενος ὑπομνηματογράφος εἶπεν· ἐπεὶ οὖν προκατελέγη οὗτος εἰς ταύτην, ἀξιοῦμεν καὶ ἡμεῖς Πόσιν Εὐαγγέλου εἰς τὴν ἄλλην φυλὴν καταλεγῆναι. οἱ ἀπὸ τῆς δευτέρας ἐφώνησαν. οὕτως. κόλλασον καὶ ἡμῖν Πόσιν Εὐαγγέλου τὸν φιλόπολιν, κό λλατον καὶ ἡμῖν Πόσιν Εὐαγγέλου. Σερῆνος γενόμενος ὑπομνηματογράφος εἶπεν· ἐπποιων ὁ σύνδικος καὶ η ἐγενε δαπανή σας τὸν ἐνιαυτὸν ἠθέλησεν σήμερον διελεῖν τοὺς ἄρχοντας τοὺς ἐπαυξηθέντας. ἐπειδὴ δὲ γ εἰς τὴν φυλὴν ταύτην κατελέγησαν, ἀναγκαῖ όν ἐστιν καὶ τοὺς ἴσους γ κατατεθῆναι εἰς τὴν ἄλλην φυλήν. ὁ σύλλογος ἐφώνησεν· οὕτως οὕτως, εὐγενὲςεὐγενη σύνδικε. Σερῆνος γενό μενος ὑπομνηματογράφος εἶπεν· εἰσὶ δὲ Ἰσίδωρος καὶ Ἰσχυρίων καὶ Εὐδαίμων Καλλιμάχου. οἱ ἀπὸ τῆς πρώτης φυλῆς ἐφώνησαν. Ἰσί δωρος ἀλλότριός ἐστιν. ὁ ἐπιμελητὴς ἡμῶν παρὰ τοῖς ἱπ ἐστίν. Μενέλαος σύνδικος εἶπε· τὸ ὑπόταγμα ἐποιήσαμεν ὑπὲρ τοῦ τὴν ἰσο τιμίαν ἔχειν καὶ τὴν ἰσομοιρίαν τὰς δύο φυλάς· καὶ κατὰ τὸ δικαιότατον ἔδει ἁπαξαπλῶς τοὺς ἐπεξευρεθέντας κλήρῳ λαχεῖν, καθὰ ἡ σύνθεσιςσύνθασις τοῦ παντὸς λευκώματος καὶ τῶν δύο φυλῶν ἐγένετο ὑπὲρ τοῦ μὴ πρὸς χάριν μήτε πρὸς ἀπέχθειαν τοὺς μὲν ταύτης εἶναι, τοὺς δὲ ἐκείνης· ἀλλ ἐπειδὴ ἠθελήσατε τοὺς προκαταλημφθέντας ταῖς λειτουργίαις εἶναι τῆς πρώτης φυλῆς, καὶ οἱ ἴσοι δοθήσονται τῇ ἑτέρᾳ φυλῇ· οἱ δὲ λειτουργήσαντέςλιτουργήσαντές εἰσιν Ἰσχυρίων καὶ Εὐδαίμων, ὁ μὲν οὖν Ἰσχυρίων καὶ Εὐδαίμων Καλλιμάχου καταλεγήσονται εἰς τὴν πρώτην τὴν τότε καὶ ἔτι νῦν σήμερον λειτουργοῦσαν. ἀντὶ δὲ τούτων δώσομεν καὶ τῇ δευτέρᾳ τῇ ἀρχομένῃ λειτουργεῖν ἀπὸ τῆς αὔριον Πόσιν Εὐανγέλου καθὼς ἠθελήσατε καὶ Ἰσίδωρον Ἀμαραντοῦ. οἱ ἀπὸ τῆς πρώτης φυλῆς ἐφώνησαν. οὕτως οὕτως εὐγενὲςεὐγενη σύνδικε, καλῶς ἐδιῴκησας. οἱ ἀπὸ τῆς δευτέρας φυλῆς ἐφώνησαν. σποισθω. ἀνίσως ἐποίησας· Μενέλαος σύνδικος εἶπεν· ἐγὼ μὲν οὖν τὸ ἴσον ἠθέλησα δοῦναι ταῖς φυλαῖς. ἀλλ ἐπειδὴ οεφηεχευοντος καὶ ὁ ἄλλος πρ δοθήσεται τῇ πρώτῃ. Πακτουμήνιος Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπε· τοῦτο οὐκ ἐχρῆν σήμερον πεποιῆσθαι, ἀλλʼ ὁπηνίκα οὗτοι ὠνομάσθησαν, καὶ οὐχοὐκ ὅτε σὺ πέπαυσο τῆς λειτουργείας, τοῦτο ἔδει γενέσθαι. Μενέλαος σύνδικος εἶπε· Πόσις Εὐαγγέλου δοθήσεται τῇ μιᾷ φυλῇ τῇ λειτουργούσῃ καὶ Εὐδαίμων δοθήσεται τῇ ἑτέρᾳ μ Νεμεσιανὸς Ἀπόλλωνος γενόμενος ὑπομνηματογράφος εἶπε· φθάσας ἠσφαλισάμην ὅτι τοῦτο οὐκ ἐχρῆν σή μερον γενέσθαι, ἀλλ ἡνίκα οὗτοι ὠνομάσθησαν ἐχρῆν αὐτῶν τὸν κλῆρον γενέσθαι. Μενέλαος σύνδικος εἶπεν· ἐγὼ μὲν οὖν με ἐπὶ τῶν γενομένων ὑπομνημάτων ἡνίκα τὸ λεύκωμα διεῖλονδιῖλον εἰς τὰς δύο φυλὰς προενεγκάμενος ὅτι ὅσοι ἐφευρίσκονται μετὰ τὸν κλῆρον τῶν ἄλλων διαιρεθήσονται εἰς τὰς δύο φυλὰς ὑπὲρ τοῦ τὸ ἰσότιμον εἶναι, καὶ κατὰ τοῦτο μεμνημένος ὧν τότε διελάλησα τοὺς ἐπεξευρεθέντας διεῖλον εἰς τὰς δύο φυλάς. Νεμεσιανὸς ὑπομνηματογράφος εἶπε· φθάσας ἠσφαλισάμην. Μενέλαος σύνδικος εἶπε· τῶν οὖν ἄλλων ἓξ χαεν σετκλη Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπε· τὰ τέκνα τῶν πατέρων τὰ φθάσαντα ἤδη εἰς τὴν φυλὴν λειτουργείτω, τοῦτʼ ἐστὶν τῶν γονέων καὶ ἀναγ καίων. ἐχρῆν ἤδη τοὺς φθάσαντας συνεδρεύειν. ὁ σύλλογος ἐφώνησεν. οὕτως οὕτως, πάντες συνεδρευέτωσαν ἀπὸ τῆς λ, συνεδρευέτωσαν ἀπὸ λ τοῦ Φαῶφι μηνός· εἰ δὲ μή, ἐκτιθέσθωσανἐκτιθέστωσαν Μενέλαος σύνδικος εἶπε· ποίους οὖν βούλεσθεβούλεσθαι συνεδρεύειν. ὁ σύλλογος ἐφώνησεν· τοὺς μελλοκουρῆ ταςμαλλοκουρῆτας καὶ τοὺς ἤδη φθάσαντας. Φιλόξενος ἄρξας εἶπεν· ἀναγκαῖον οὖν ἐστὶν ὑποβαλεῖν τοὺς ετας αὐτούς. Μενέλαος σύνδικος εἶπεν· ὑποβληθῆναι εχει ὁ ενω Ἥρων Εὐημέρου εἶπε· κατὰ τί γὰρ ὅλοι οὐ συνήδρευσαν, ἢ τίνος κελεύσαντος μέχρι σήμερον οὐ συνήδρευσαν; καὶ τοῦτο οὐκ ἔσται οὐδενὶ συνχωρῆσαι ο ἀλλʼ ἤδη ἐχρῆν αὐτοὺςτοὺς συνεδρεύειν, καὶ εἰ μὴ συνήδρευσαν, ἐκτεθῆναι. Μενέλαος σύνδικος εἶπεν· ἁπαξαπλῶς οἱ ἐκ τοῦ λευ κώματος ἀνενεχθέντες τῷ κυρίῳ μου ἡγεμόνι ὅλοι συνήδρευον, καὶ οἱ μὴ συνεδρεύσατες ἐξετέθησαν. Πακτουμήνιος Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπεν· οὐκ ἐχρῆν σήμερον τοῦτο γενέσθαι. Μενέλαος σύνδικος εἶπε· μὴ ταράττῃς τὸν σύλλογον. Νεμεσιανὸς εἶπε· μὴ σκανδαλίζῃς τὸν σύλλο γον. Ἥρων Εὐημέρου εἶπε· πάντες συνεδρευέτωσαν. Πακτουμήνιος Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπε· διὰ τί γὰρ ἔκτοτε τοῦτο οὐκ ἐγένετο μέχρι τοῦ δεῦρο; βουλόμενος τούτους σκεπάζεινσκεπτάζειν σήμερον μετὰ τὴν συνδικίαν τοῦτο ἐποίησας. Μενέλαος σύνδικος εἶπεν· ἁπαξαπλῶς οἱ αἱρε θέντεςἑρεθέντες καὶ καταλεγένταςκαταλεγέντας εἰς τὰς δύο φυλὰς συνήδρευσαν ὅσοι δὲ ἐλιποτάκτησανἐλειποτάκτησαν οὗτοι ἐξετέθησαν· καὶ ἐὰν πιστευθῇς, ὅσους ἐὰν δυνηθῇς ἐπεξευρεῖν τῇ σεαυτοῦ πίστει, κατάλεξον· Πακτουμήνιος Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπεν· ἐὰν πιστευθῶ, οὐ παρὰ σοῦ αὐτὸ ἔχω. Μενέλαος σύνδικος εἶπεν· ὡς οὐδὲ ἐγὼ παρὰ σοῦ. ὁ γὰρ ἀξιολογώτατος σύλλογος οἶδεν ὅπως ἐδιῴκησα τὴν συνδικίαν. Ἥρων Εὐημέρου εἶπεν· ἠσφαλισάμην ὅτι ω τῷ συλλόγῳ ἐν ᾧ ἐξετέθην οὐδὲν εἰσήχθη. Μενέλαος σύνδικος εἶπε· μὴ συνχύσῃς τὸν σύλλογον προφάσει εἴκοσι σων ων· εἰσένεγκον τὸ πρόστιμον. Ἥρων Εὐημέρου εἶπε· σὺ εἶ ὁ πάντα συνχέων. Μενέλαος σύνδικος εἶπεν· ἤδη ἀρχὴ συσκευῆς καὶ συνχύσεως εκη ἐπισιν πεπαύμεθα ἤδη καὶ εις. τὸ πρόστιμον εἰσένεγκον. Ἥρων Εὐημέρου εἶπεν· οὐδὲν ὀφείλω. Μενέλαος σύνδικος εἶπεν· ἐγὼ σὲ ἀπαιτῶ. ὁ ἡγεμὼν σὲ ἀπαιτεῖ. μὴ με κολακεύῃς· Πακτουμήνιος Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπεν· ἕκαστοςἑκαστου ἠσφαλίσατο ἰδίῳ κινδύνῳ. Μενέλαος σύνδικος εἶπε· γένοιτο. τὴν τύχην τοῦ συλλόγου ἐπαυξήσει τὸ ἐπεξευρεῖν πλείονας ἄρχοντας. τοῦτό μοι ἔπαινος καὶ κλέος ἐστίν, πλέον ἐξευρεῖν καὶ μὴ ἐλαττονεῖνἐλαττονῖν τνω ειρ ἡμῖν διελεῖν αὐτοὺς εἰς τὰς δύο φυλάς. εἰ δὲ καὶ ἕτεροι ὑποβάλλουσιν, ονται. ὅσους μέντοιγε ἐγὼ ὑπέβαλον, τοσοῦτοι ιν τῶν ἄλλων ἓξ ο οἱ γὰρ ἓξ διῃρέθησαν εἰς τὰς δύο φυλὰς μηαταπίων Θαλαμηγοῦ, δώρου, Ἡρακλείδης , Ἡρακλείδης Ἀνελαίου, Πόσις Διδύμου. οἱ μὲν ἐπεξευρεθέντες ι· ὑποβληθήσεται τοων κονω όμενος τῶν ἐνταῦθα ἀγορανόμος ἔτος υτεε τωνοεν ὁ σύλλογος ἐφώνησεν. τῷ ἡγεμόνι περὶ τούτου. Πακτουμήνιος Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπε· σοστομιτων τῶντον παρὰ γεουχούντωνγεουχωντων μ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.