no image
DDbDP-text
Property - Return via HGV-meta
Linked by Trismegistos ID
TM 20617.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
τῶν ἀπʼ Ὀξυρύγχων πόλεως.
ἀπογράφομαιπρώτως κατὰ
τὰ προστεταγμένα τὸ ὑπάρχον μοι εἰς τὴν ἐνεστῶσαν
ἡμέραν ἐν τῇ μητροπόλει
ἐπʼ ἀμφόδου … Δρόμου Σαράπιδος ……οτου ἥμισυ μέρος οἰκίας καὶ αἰθρίου
καὶ ἑτέρων χρηστηρίων καὶ
εἰσόδων καὶ ἐξόδων κατηντηκὸς εἴς με ἐξ ὀνόματος
τοῦ πατρός μου Ἡρᾶτος τοῦ
Ἡρᾶτος μητρὸς Τνεφερῶτος ἀπὸ τῆς αὐτῆς πόλεως
τετελευτηκότος πρὸ τῆς
τοῦ ἐνάτου ἔτους Δομιτιανοῦ
ἀπογραφῆς ἐπʼ ἐμοὶ μόνῳ
υἱῷ καὶ κληρονόμῳ. ἔτους β
Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραιανοῦ Σεβαστοῦ
Γερμανικοῦ μηνὸς Καισαρείου
ἐπαγομένων δ. Ἡρᾶς Ἡρᾶτος τοῦ
Ἡρᾶτος ἐπιδέδωκα τὴν
ἀπογραφήν. Ἀμοιτᾶς Τρωίλου
ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος
γράμματα. ἔτους β Αὐτοκράτορος
Καίσαρος Νέρουα Τραιανοῦ
Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου
ἐπαγομένων δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.