no image
DDbDP-text
Letter of Serenus via HGV-meta
Letter from Serenos to Isidora lamenting her absence. A private letter from Serenos to Isidora, whom he calls sister and lady (probably his wife), lamenting her departure and his grief since they parted. He complains of accusations spread by a certain Kolobos and asks her to tell him whether she is coming back. Written at Oxyrhynchus in the 2nd century AD. machine translation
Linked by Trismegistos ID
TM 28368.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σερῆνος Εἰσιδώρᾳ τῇ ἀδελφῇ καὶ κυρίᾳ πλεῖστα χαίρειν.
πρὸ μὲν παντὸς εὔχομαί σε ὑγιαίνειν καὶ καθʼ ἑκάστης ἡμέρας καὶ
ὀψίας τὸ προσκύνημά σου ποιῶ
παρὰ τῇ σε φιλούσῃ Θοήρι. γινώσκειν
σε θέλω ἀφʼ ὡς ἐξῆλθες ἀπʼ ἐμοῦ
πένθος ἡγούμην νυκτὸς κλαίων
ἡμὲρας δὲ πενθῶν. ιβ Φαῶφι ἀφʼ ὅτε
ἐλουσάμην μετʼ ἐσοῦ οὐκ ἐλουσάμην
οὐκ ἤλειμμαι μέχρι ιβ Ἁθύρ, καὶ ἔπεμψάς μοι ἐπιστολὰς δυναμένας λίθον
σαλεῦσαι, οὕτως οἱ λόγοι σου κεκίνηκάν με. αὐτῇ τῇ ὥρᾳ ἀντέγραψά σοι καὶ ἔδωκα τῇ ιβ μετὰ τῶν
σῶν ἐπιστολῶν ἐσφραγισμένα.
χωρὶς δὲ τῶν σῶν λόγων καὶ γραμμάτων ὁ Κόλοβος δὲ πόρνην με πεποίηκεν, ἔλεγε δὲ ὅτι ἔπεμψέ μοι φάσιν
ἡ γυνή σου ὅτι αὐτὸς πέπρακεν τὸ ἁλυσίδιον καὶ αὐτὸς κατέστακέ με εἰς τὸ
πλοῖον· τούτους τοὺς λόγους λέγεις ἵνα
μηκέτι πιστευθῶ μου τὴν ἐνβολήν.
ἰδοῦ ποσάκις ἔπεμψα ἐπὶ σέ. ἔρχῃ εἴτε
οὐκ ἔρχῃ δήλωσόν μοι.
[v]
ἀπόδος Εἰσιδόρᾳ παρὰ Σερήνου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.