Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.3.530
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Διονύσιος Τεθεῦτι τῆι μητρὶ χαίρειν. περὶ ὧν μοι γράφεις ἐπιστολῶνἐπιστολην πασῶν ἐκομισάμην περὶ δὲ τῶν πυρῶν τῶν πυ ρῶν ὧν σε ἀπῄτηκαν οἱ πράκτορες ὁμόλογοί εἰσι ἐμὲ δὲ ἐλελήθει διαστέλλειν τι, τὸ δὲ ναύβιον καὶ τὰ ἄλλα πάντα πλήρη διέγρα ψα. τὸ δὲ πραγμάτιον περὶ οὗ ἔγραψα Θέωνι μὴ μελέτω σοι εἰ μὴ τετέλεσται ἐπὶ μάτην δὲ τῶι τοῦ Παυσιρίωνος τοσοῦτον χρόνον προσ καρτερῶ υδε απαμι ενεθη. κόμισαι παρὰ Χαιρήμονος τοῦ κομίζοντός σοι τὸ ἐπι στόλιον ἀργυρίου δραχμὰς ἑκατὸν δέκα δύο , ἐξ ὧν δώσεις Σαραπίωνι τῶι φίλωι τῶι τοῦ Ἀπεὶ λυτρώσασά μου τὰ ἱμάτια δραχμὰς ἑκατὸν καὶ εἰς λόγον τόκου δραχμὰς ὀκτὼ καὶ σοὶ εἰς δαπάνην τῆς ἑορτῆςἱορτῆς δραχμὰς τέσσαρας . εἰ πλεῖον δέ μοι παρέκειτο πάλιν σοι ἀπεστάλκειν, καὶ τοῦτο πέμπων κέχρημαι. ἀποδοῦσα οὖν αὐτῶι ἀπολήμψῃ τὰ ἱμάτια ὑγιῆὑγῆ καὶ ἐν ἀσφαλεῖ ποιήσῃς. μὴ ἀγωνία δὲ περὶ ἡμῶν, οὐθὲν γὰρ φαῦλον περὶ ἡμᾶς ἐστιν καὶ συμφωνοῦμεν ἀλλήλοις. ἀσπάζεταί σε Θεωνᾶς. ἀσπάζου τὰ παιδία Ἀπίωνα καὶ ἀδελφὸν Ἑρματόιν, Διονυτᾶν, τοὺς περὶ Νί κην καὶ Θαισοῦν τὴν μικρὰν, τοὺς περὶ τα πάντας, Ἡρᾶν καὶ τοὺς αὐτοῦ, Λεοντᾶν τὸν ὑπερήφανον καὶ τοὺς αὐτοῦ, τοὺς περὶ Τααμόιν, Θερμουθάριον. ἔρρωσο. μηνὸς Καισαρείου κ. περὶ τούτων οὖν μοι εὐθέως μετὰ τὴν ἑορτὴν πέμψεις φάσιν εἰ τὸν χαλ κὸν ἐκομίσω καὶ εἰ ἀπέλαβες τὰ ἱμάτια. ἄσπασαι Διονυτᾶν καὶ Θέωνα. Τεθεῦτι μητρί.Cross-references (3)
- TM-Text 28370 primary
- DDbDP-Text p.oxy;3;530 tier-1
- HGV-Text 28370 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.