no image
DDbDP-text
Letter of Arrius Eudaemon via HGV-meta
Linked by Trismegistos ID
TM 26931.
Each record below describes this same artifact or text from a different angle.
Ἄρριος Εὐδαίμων Διονυσίωι τῶι ἀδελφῶι χαίρειν. ταύτην πρώτην καὶ μόνην ἔλαβόν σου ἐπιστολὴν διὰ Σαραπιακοῦ. ὅτι δὲ αὐτός τε ἔρρωσαι καὶ τοῖς ἔργοις ἔνκει σαι καὶ ἐμοὶ σωθέντι συνήδῃ, καλῶς ποιεῖς. προσδοκῶ δέ σε ἥξειν κατὰ τὰ καὶ ὑπὸ τοῦ πρὸς τῷ ἰδίῳ λόγῳ ἔναγχος πε ρὶ τῆς συμφωνίας ἐπισταλέντα. ἡ σύμβιός μου καὶ τὰ παιδία σε ἀ σπάζεται. σὺ παρʼ ἡμῶν τουυ ριλλους προσαγόρευε καὶ τὴν μητέρα Στεφανοῦν Δημητροῦν. ἐρρῶσθαί σε εὔχομαι, ἀδελφὲ τιμιώτατε. Διονυσίωι ἀδελφῶι στρατηγῶι Ἀπολλωνοπολίτου παρὰ Ἀρρίου ΕὐδαίμονοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.