no image
DDbDP-text
Contract of Apprenticeship via HGV-meta
Linked by Trismegistos ID
TM 16900.
Each record below describes this same artifact or text from a different angle.
ὁμολογοῦσιν ἀλλήλοις Αὐρή λιοι Ἑρμίας υἱὸς Πτολεμαίου ἀγο ρανομήσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ Διόσκορος Ἀθηνοδώρου ἀπὸ τῆς αὐτῆς πόλεως λινό υφος ὁ μὲν Ἑρμίας ἐκδεδόσθαι τῷ ἐπιστάτῃ τὸν ἑαυτοῦ υἱὸν πρὸς μάθησιν τῆς δηλουμέ νης τέχνης ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τοῦ ἐνεστῶτος ιβ ἔτους ἐφʼ ἃ παρέξεται τὸν παῖδα ὁ πατὴρ τῷ ἐπιστάτῃ καθʼ ἑ κάστην ἡμέρα ἀπὸ ἀνατολῆς ἡλίου μέχρι δύσεως τρεφόμε νον καὶ ἱματιζόμενον ὑπὸ τοῦ πατρὸς ἐκτελοῦντα πάντα τὰ ἐπιτρα πησόμενα αὐτῷ ὑπὸ τοῦ ἐπιστά του ἀνήκοντα τῇ δηλουμένῃ τέχνῃ καὶ ἐπὶ μὲν μῆνας ἓξ διδα χῆςδιδαχς χάριν ἄνευ μισθοῦ ἐπὶ δὲ τὸν λοιπὸν χρόνον λαμβάνον τα ὑπὲρ μισθοῦ τῇ μὲν πρώτῃ ἑξαμήνῳ ἡμερησίως ὀβολοὺς δύο καὶ ἐπὶ ἕτερον ἐνιαυτὸν ἡ μερησίως ὀβολοὺς ἓξ καὶ ἐπὶ ἄλ λον ἐνιαυτὸν ἡμερησίως ὀβο λοὺς δέκα καὶ ἐπὶ ἄλλον ἐνιαυτὸν δραχμὰς δύο καὶ ἐπὶ τὸν τελευταῖ οντελευτοον ἐνιαυτὸν ἡμερησίως δραχμὰς δύο τετρώβολον. ὁμολογεῖ δὲ ὁ αὐ τὸς Ἑρμίας αὐτόθι ἐσχηκέναι ἐν προχρείᾳ παρὰ τοῦ Διοσκόρου ἀργυ ρίου δραχμὰς τετρακοσίας ἅσπερ ἀποδώσειἀποδώσι ἐπὶ τέλει τοῦ χρόνου. ὧν δʼ ἂν ἀργήσῃ ὁ παῖς ἐν τῷ χρό νῳ ἐν ᾧ μισθὸν λαμβάνει ἢ ὃ μὴ εἴη ἀσθενήσῃ, τούτων τὰς ἴσας παραμενεῖ τῷ ἐπιστάτῃ ἐργαζό μενος ἀμισθίἀμισθεί. λήμψεται δὲ ὁ παῖς εἰς λόγον ἀργιῶν ἑορτικῶν Τῦβι Παχὼν Ἀμεσυσίοις ἡμερῶν ἑπτὰ Σαραπίοις ἡμέρας δύο . εὐδο κεῖν γὰρ αὐτοὺς ἐπὶ τούτοιςτοις καὶ ἕκαστα ποιήσεινποιήσιν ὁ αὐτὸς ἐπιστάτης καὶ ἐπὶ τέλει τοῦ χρόνου παραδότω τὸν παῖδα τελείως ἐργαζόμενον τὴν δηλου μένην τέχνην καθὼς καὶ αὐτὸς ἐπίσταται, οὐκ ἐξόντος οὐδενὶ τῶν ὁμολογούντων παραβαίνειν τὰ προγεγραμμένα. κύριον τὸ ὁμολό γημα καὶ ἐπερωτήσαντες ἀλλήλους ὡμολόγησαν. ἔτους ιβ αὐτοκράτορος καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ Θὼθ ιη. Αὐρήλιος ΔιόσκωροςΔιοσκωρο Ἀθηνοδώρου εὐδοκῶἐδωκῶ ὡς πρόκειται καὶ ἐπερω τηθεὶςἐπερωτηθὶςεπερωτητις ὡμολόγησαὡμωλώγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.