no image
DDbDP-text
Petition to a Deputy - Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 16585.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ἀσκληπιάδῃ γενομένῳ ὑπομνηματογράφῳ διαδεχομένῳ τὴν στρατηγίαν Ὀξυρυγχίτου. παρὰ Αὐρηλίας Διοσκουριαίνης ματρώνας στολάτας θυγατρὸς Διοσκόρου τοῦ καὶ Ἀμμωνιανοῦ γενομένου ὑπομνηματογράφου καὶ ὡς ἐχρημάτιζεν. Σάλπων τις Κορνηλίου ἐκ πα τρὸς μισθούμενος χωρίον ἡμέτερον περὶ κώμην Ἰβίωνα Χύσιν καὶ σιτικὴν γῆν ὀφείλων ἱκανὰ . ἐκφορίων καὶ φόρων καὶ λόγου ἐκτάκτων καὶ οἶνον καὶ μὴ τὴν ἀπόδοσιν ποιησάμενος ρα· σώσας δὲ τὸ χωρίον α αυτω ἀνήνεγκεν τῷ μεγέθει τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος Ῥουπιλίου Φήλικος ν τούτων γεωργίαν, ἀλλὰ ἀνεξάρπαστος ὢν ὁ κύριος. μου ἡγεμὼν ἀνέπεμψεν ἐπὶ σὲ τὸ πρᾶγμα ὥστε τὰ σκεψάμενόν σε ὁριεῖν τὰ ἐκ τῶν νόμων ὑπὲρ του ρειν αὐτῷ τὸ οἴεσθαι δύνασθαι τῆς κατεργασίας ων μεταστῆναι ὀφείλοντι οὐκ ὀλίγα, ἀλλὰ παρα τὸ χωρίον, ἐπιδίδωμι τὰ βιβλία μαρτυροῦσα καὶ ἀξιοῦσα ἐπισταλῆναι διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρε τῶν τῷ προγεγραμμένῳ Σάλπωνι ἵνʼ εἴδῃ ἀνίσχυρα αὐτῷ εἶναι ισμου αὐτῷ τετολμημένα καὶ παντς ατων ὑπαρχόντων ὃν δεῖ τρόπον ποιήσηται χαις μὴ ἐπαιωρούμενος· ἔτους ἐνάτου αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους η αὐτοκράτορος Καίσαρος Μάρκου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων, Εὐσεβῶν, Εὐτυχῶν, Σεβαστῶν· Αὐρηλία ΔιοσκουρίαιναΔιοσκουραινα ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.