no image
DDbDP-text
Nomination of Village Liturgists via HGV-meta
Linked by Trismegistos ID
TM 16587.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Σαβείνῳ στρατηγῷ Ὀξυρυγχείτου διʼ Αὐρηλίου Πετρωνίου διαδόχου παρὰ Αὐρηλίων Παγώνιος Πατος καὶ Πα ταύριος Σαρᾶτος ἀμφοτέρων κωμαρχῶν ἐποικίου Πανευὶ τοῦ διελθόντος γ ἔτους· γραφὴ λειτούργων τοῦ ἐνεστῶτος δ ἔτους ἡ συσταθεῖσα ὑφʼ ἡμῶν γνώμῃ τῶν ἀπὸ τοῦ ἐποικίου· ἔστι δέ· κωμάρχαι· Τηλέμαχος Σαρᾶτος μητρὸς Ἑλένης Πατᾶς Ἡρακλήου μητρὸς Τακαθίδος ἐπιστάτης εἰρήνης· Πατάρχης Πεκύσιος μητρὸς Πλουτάρχης πεδιοφύλαξ· Κάστωρ Τηλεμάχου μητρὸς Ταύριος τηρηταὶ κώμης καὶ καρπῶν· Πλουτίων Διογᾶτος μητρὸς Ἡρακλοῦτος Πεκῦσις Ἀμμωνίου μητρὸς Ταμούνιος Κεφάλων Παποντῶτος μητρὸς Τααρφοκρᾶτος Πέττιρις Μετάιτος μητρὸς Κολλαύχιος ἁλωνοφύλαξ· Σαίων Ὥρου μητρὸς Πλουτάρχης οἱ πάντες ἀπὸ τοῦ αὐτοῦ ἐποικίου εὔπο ροι καὶ ἐπιτήδειοι ταῖς χρείαις. τελ ἔτους δγ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ εὐσεβῶν εὐτυχῶν σεβαστῶν· Θὼθ α· Αὐρήλιοι Παγῶνις καὶ Παταῦρις ἐπιδεδώκαμεν· Αὐρήλιος ων Πλουτίωνος ἀπʼ Ὀ ξυρύγχων πόλεως ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.