no image
DDbDP-text
Letter from Capitolinus to Sarapammon via HGV-meta
Letter from Capitolinus to Sarapammon about wine sales and purchases. A business letter from Capitolinus to his 'brother' Sarapammon at Oxyrhynchus, reproaching him for silence and giving an account of wine sold in batches of spathia at various prices, with instructions to send the proceeds in a sealed bag and to buy pepper, fish and honey. machine translation
Linked by Trismegistos ID
TM 16597.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
Καπιτωλῖνος Σαραπάμμωνι ἀδελφῷ
χαίρειν· πρὸ μὲν πάντων
εὔχομαί σου τὴν ὁλοκληρίαν μετὰ τῶν
τέκνων σου ἅμα τῇ συμβίῳ σου
παρὰ τῷ κυρίῳ θεῷ· θαυμάζω
πῶς καὶ νῦν, τοῦ Ὡριγένους ἐρχομένου
πρὸς ἐμέ, οὐδέν μοι ἐδήλωσας περὶ οὐδενός·
ἐπίσταμαι ὅτι πολλὰ βαροῦμαί σε· ἀποταγῇ μέρος·
σιγὴ γὰρ παρὰ φιλοσόφοις ἀπόκρισις· μὴ οὖν καὶ ἐγὼ
δύναμαι μὴ ἀποκρίνασθαι; ἀλλʼ ὅμως ἐγὼ ε…νω
γραφων…μ…μεν[…]ταν γράμματά
σου κομισ[…]…ασσω[…]· νομίζω δὲ ὅτι
καλόν ἐστίν σοιγράφειν ὧν λαμβάνει καὶ
ὧν ἐξοδιάζει ὁ ἄνθρωπος· καὶ πρὸ τούτου
ἔγραψά σοι διὰ Διδύμου τὸ καθʼ ἓν καὶ νῦν γράφω·
ἔστι δέ· αὐτῶν ἐρχομένων εἰς Αἴγυπτον […]…[…]…… Ὡριγένους οἴνου σπαθίων ι καθὼς ἔγραψα πραθέντων
πρὸς δραχμὰς Αω γίνονται τάλαντα γ. καὶ ἐπὶ μηνὸς Παχὼν σπάθια ιζ
προπαλαίου καὶ ἐπὶ μηνὸς Παῦνι ἄλλα σπάθια
γ· καὶ τούτων σπάθια κ ἐπράθησαν καθʼ ὁμοιότητα
πάντων πρὸς δραχμὰς Αχ γίνονται τάλαντα ε δραχμαὶ Β. καὶ ἐπὶ μηνὸς
Μεσορὴ ϛ ἄλλα σπάθια ι πρὸς δραχμὰς Αψ γίνονται τάλαντα β δραχμαὶ Ε.
γίνονται τούτων τῶν σπαθίων μ τάλαντα ια δραχμαὶ Α χωρὶς τῆς προδηλωθείσης σοι ὑπʼ ἐμοῦ λοιπάδος· καὶ νῦν κόμισον διὰ τοῦ αὐτοῦ Ὡριγένους ἐπὶ τοῦ αὐτοῦ μηνὸς
Μεσορὴ ἄλλα οἴνου σπάθια ι· πραθέτωσαν καὶ ταῦτα
πρὸς δραχμὰς Αψ· τὴν τούτων οὖν τιμὴν ἀπόστειλόν
μοι ἐν μαρσιππίῳ ἐσφραγισμένῳ ἐν τραχαίοις
χρεία γάρ ἐστιν ἀργυρίου· τῶν γὰρ ἐντολικῶν
ἐκκρούεταί σοι ἀπὸ τῆς προτέρας λοιπάδος·
κόμισον δὲ διὰ τοῦ αὐτοῦ εἰς φαγεῖν σου βωξίον ἐλαίου χοῦν α 𐅵· ἐὰν δυνηθῇς δύο ὀγκίας πιπέρεως καὶ σάμβαθον βωριδίων ἀποστεῖλαι σὺν
προτέροις ἐντολικοῖς· ἀπόστειλον καὶ ἡμίχουν
μέλιτος, πάντα τῆς τιμῆς. μὴ ὀκνήσῃς πάλιν
[ms]
γράψαι μοι περὶ πάντων· εἰ προχωρεῖ παρὰ σοὶ ἔλαιον πλέω οἴνου, δήλωσον […]
ἡμῶν πάντας κατ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.