no image
DDbDP-text
Petition to Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 22240.
Each record below describes this same artifact or text from a different angle.
Ἰουλίωι Ἀμμωνίωι τῶι καὶ Εὐαγγελίῳ στρα παρὰ Αὐρηλίων Ἀρείου Τριαδέλφου καὶ Ἀμ μωνίου Διονυσίου ἐπιμελητῶν διώρυγος Χιλιαρουρῶν. σήμερον ἥτις ἔστιν Τῦβι ε προσεληλύθαμεν Σωτῆρι καὶ ἀδελφῷ αὐτοῦ καὶ ὡς χρηματίζουσιν ἀξιοῦντες αὐτοὺς τὸ ἐπιβάλλον αὐτοῖς μέρος τῆς διώρυγος ἐργάσασθαι. οἱ δὲ μηδενὶ λόγῳ χρησά μενοι ἐπῆλθον ἡμῖν καὶ πληγαῖς ᾐκίσαντο. ὅθεν ἐπιδίδομεν τόδε τὸ βιβλίδιον ἀξιοῦν τες πρῶτον μὲν τῆς δεούσης ἐκδικίας τυχεῖν, ἔπειτα δὲ καὶ τὸ μέρος αὐτῶν τῆς διώρυγος ἐργά σασθαι πρὸς τὸ δύνασθαι ἡμᾶς τοῖς ἄλλοις μέρεσι προσευκαιρεῖν. διευτύχει. ἔτους αὐτοκρατόρωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.