no image
DDbDP-text
Delegation of the Duties of a Guardian via HGV-meta
Linked by Trismegistos ID
TM 20427.
Each record below describes this same artifact or text from a different angle.
Ιρμει Ἰσιδώρου γενομένου ἐξηγητοῦ υἱῷ γενομένῳ στρατηγῷ τῆς πόλεως ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳἐπιμελίᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων διὰ Δημητρίου Ἡρακλείδου γενομένου ἐξηγητοῦ υἱοῦυἱῶ διέποντοςδιεποντι τὰ κατὰ τὴν ἀρχιδικαστείαν παρὰ Γαίων Μαρκίων Ἀπίωνος τοῦ καὶ Διο γένουςδιαγενους καὶ Ἀπολιναρίου τοῦ καὶ Ἰουλιανοῦ καὶ ὡς χρηματίζομεν καὶ παρὰ ὨφελᾶτοςὬφελα τοῦ Ὠφελᾶτος τῶν ἀπʼ Ὀξυρύνχων πόλεως. συνχωροῦσι οἱ Γάιοι Μάρκι οι Ἀπίων ὁ καὶ Διογένης καὶ Ἀπολινάριος ὁ καὶ Ἰουλιανὸς οὐ δυνάμενοι κατὰ τὸ παρὸν τὸν εἰςἰς Αἴγυπτον πλοῦν ποι ήσασθαι συνεστακέναι τὸν προγεγραμμένον Ὠφελᾶν ὄντα καὶ τῶν ὑπαρχόντων αὐτοῖς ἐν τῷ Ὀξυρυνχεί τῃ νομῷ φροντιστὴν καὶ κατὰ τήνδε τὴν συνχώρησιν φροντιοῦντα καὶ ἐπιμελησόμενον ὧν καὶ αὐτοὶ ἐπι τροπεύουσιν ἀφηλίκων ἑαυτῶν ἀδελφιδῶν Οὐαλερί ων Θεοδότου τοῦ καὶ Πωλίωνος καὶ Ἀπολλωναρίου τῆς καὶ Νεικαρέτης ἔτι δὲ καὶ ἀπαιτήσοντα φόρους καὶ ἐγμισθώσοντα ἃ ἐὰν δέον ἦν καὶ καταστησόμενον πρὸς οὓς ἐὰν δέῃ καὶ γένη διαπωλήσοντα ἃ ἐὰν δέον ᾖ τῇ αὐτοῦ πίστει, διὸ τοὺς πρὸς τούτοις ὄντας συνχρημα τίζειν τῷ Ὠφελᾷ ἕκαστα τῶν προκειμένων ἐπιτελοῦν τι, καὶ λόγους ὧν ἐὰν ἐπιτελέσῃ κατὰ μῆνα ἕκαστον διαπεμψομένῳδιαπεμψομενον αὐτοῖς πάντα δὲ ἐπιτελέσοντιἐπιτελεσοντα κα θὰ καὶ αὐτοῖς παροῦσι ἐξῆν, ἐπεὶ καὶ ὁ συνιστανόμενος Ὠφελᾶς εὐδοκεῖ τῇδε τῇ συνχωρήσει, κυρίων ὄντων ὧν ἔχουσι ὅ τε Ἀπίων ὁ καὶ Διογένης καὶ Ἀπολινάριος ὁ καὶ Ἰουλιανὸς ἀλλήλων γραμμάτων παντοίων πάν των. ἀξιοῦμεν. ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ β. Ἀμμώνιος αSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.