no image
DDbDP-text
Application to Receive the Dole via HGV-meta
Linked by Trismegistos ID
TM 45228.
Each record below describes this same artifact or text from a different angle.
τῷ κρατίστῳ Ἀχιλλεῖ παρὰ Αὐρηλίου Κερδάμμωνος Ἀμμωνίου Νεοκοσμίου τοῦ καὶ Ἀλθαιέως. λειτουργήσας ἐν τῷ ιγ ἔτει ἐπʼ ἀμφόδου Μυροβαλάνου ἀξιῶ καὶ αὐ τὸς εὐεργετηθῆναι καὶ ἐν ταγῆναι τῇ τοῦ σιτηρεσίουσιτηρίου γραφῇ κατʼ ἴσον τῶν ὁμοί ων καὶ ὑπὸ σοῦ εὐεργετηθέν των. ἔστι δέ· ἐκ προσαγ γέλματος ιγ ἔτους Ἀμυντιανοῦ τοῦ καὶ Ἀπίωνος εἰς ὀνη λασίαν ἀντὶ Εὐδαίμονος Σαραπίωνος Κερδάμμων Ἀμμωνίου Νεοκόσμιος ὁ καὶ Ἀλθαιεὺς εἰς χώρας γ. καὶ ἐκ γραφῆς Ῥωμαίων καὶ Ἀλεξανδρέων τοῦ αὐτοῦ ιγ ἔτους οὕτως. προσγίνεται τῷ ιγ ἔτει Μυροβαλάνου Κερδάμμων Ἀμμωνίου Νεοκόσμιος ὁ καὶ Ἀλθαιεύς. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.