no image
DDbDP-text
Receipt for the Price of πυρὸς συναγοραστικός via HGV-meta
Linked by Trismegistos ID
TM 16531.
Each record below describes this same artifact or text from a different angle.
Φαμενὼθ ια δραχμαὶ οη τετρώβολον. Ἀχιλλᾶς Σενθέως τοῦ μητρὸς ΤαηοῦτοςΤαηουητος ἀπὸ κώμης ε Αἰλίωι Ἀφροδισίῳ στρατηγῷ χαίρειν. ἀπέχω παρὰ Σαραπίωνος καὶ μετόχων δημοσίων τραπεζιτῶν τὰς ἐπισταλείσας μοι ὑπὸ σοῦ καὶ Σερήνου τοῦ καὶ Σαραπίωνος βασιλικοῦ γραμματέως ὑπὲρ τιμῆς πυροῦ συναγοραστικοῦ οὗ ἐμέτρησα διὰ σιτολόγων μέσης τοπαρχίας Σκὼ τόπων δ λόγου κολλήματος λζ ἀρτάβας θ 𐅵 δ χοίνικας δ ὡς τῆς ἀρτάβης δραχμῶν η ἀκολούθως τοῖς κελευσθεῖσι τὰς συναγομένας ἀργυρίου δραχμὰς ἑβδομήκοντα ὀκτὼ τετρώβολον, γίνονται δραχμαὶ οη τετρώβολον πλήρεις. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαμενὼθ ζ. Ἀχιλλᾶς ΣενθέωςΣενθέος ἀπέχ ω τὰς δραχμὰς ἑβδομήκοντα ὀκτὼοτω τετρώβο λοντετρόβολον πλήρης ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.