Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.41.2973

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἰσιδώρωι ἱερεῖ καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Ἀθηναροῦτος τῆς Εὐνόμου τοῦ μου τῶν ἀπὸ κώμης Τόκα τῆς μέ σης τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ μετὰ κυρίου τοῦ υἱοῦ Ἑρμαίου τοῦ Πετ σείριος τῶν ἀπὸ τῆς μητροπόλεως τοῦ αὐτοῦ Ὀξυρυγχείτου νομοῦ καὶ παρὰ Ὡ ρίωνος τοῦ Ὀρσενούφιος τοῦ κοῦτος τῶν ἀπὸ τῆς αὐτῆς μητροπόλε ως. συγχωρεῖ ὁ Ὡρίων μεμισθῶσθαι παρὰ τῆς Ἀθηναροῦτος ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ σπόρους καὶ καρποὺς δύο τῆς ὑπαρχούσης τῷ ἑτέρῳ αὐτῆς μὲν υἱῷ τοῦ δὲ Ἑρμαίου ὁμομητρίῳ ἀδελφῷ Συνίστορι Συνίστορος περὶ τὴν προγεγραμμένην κώμην Τόκα ἐκ τοῦ Καλλιμάχου σὺν τῷ Βακχίου κλήρῳ ὑπὸ μίαν σφραγῖδασφραγεῖδα σιτικῆςσειτικῆς ἀρούρης μιᾶς ἡμίσους τετάρτου , ἐκφορίου τοῦ ἑστα μένου κατʼ ἐνιαυτὸν ἕκαστον πυροῦ ἀρταβῶν ἕξ , τὰς δὲ ἐπὶ τὸ αὐτὸ τῶν δύο ἐτῶν πυροῦ ἀρτάβας δεκαδύο αὐτόθεν ἀπέσχηκεν ἡ Ἀθηναροῦς παρὰ τοῦ Ὡρίωνος, ἔτι δὲ ἀπέσχηκεν ἡ αὐτὴ Ἀθηναροῦς παρὰ τοῦ αὐτοῦ Ὡρίωνος διὰ χειρὸς καὶ τῶν ἐκκε κομμένων ἐκ τῆς μιᾶς ἡμίσους τετάρτου ἀρούρης ἐρικίνων ξύλων τὴν τι μὴντειμὴν τὰς συμπεφωνημένας ἀργυρίου δραχμὰς τεσσαράκοντα ὀκτώ , τῶν ὑπὲρ τῆς μιᾶς ἡμίσους τετάρτου ἀρούρης τελουμένων κατʼ ἔτος δημοσίων πάντων σιτικῶνσειτικῶν τε καὶ ἀργυρικῶν ὄντων πρὸς τὸν Ὡρίωνα ὧν καὶ τὰ σύμβολα τῶν δύο ἐτῶν ἀναδώσει ὁ Ὡρίων τῇ Ἀθηναροῦτι τῷ Καισαρείῳ μηνὶ τοῦ εἰσιόντος ὀγδόου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ. ἐπὶ τούτοις αὐτὸν Ὡρίωνα ἀντέχεσθαι τῆς μισθώσεως ἐπὶ τὸν χρόνον, ἑαυ τῷ παρεχόμενονπαρεχομενος σπέρματα καὶ ζεύγη καὶ τὰ ἄλλατἆλλα τὰ πρὸς τὴν γεωργίαν ἀνήκοντα πάν τα, ποιούμενος τῶν ἐδαφῶν τὰ καθήκοντα ἔργα πάντα ὡς ἐπιβάλλει, καὶ τοῦ χρόνου πληρωθέντος παραδοῦναι αὐτὸν τὴν μίαν ἥμισυ τέταρτον ἄρουραν ἀπὸ σιτοσπο ρίαςσειτοσπορίας καὶ καθαρὰν ἀπὸ πάσης χοποιοῦ δείσης, καὶ τὴν δὲ Ἀθηναροῦν βεβαίαν αὐτῷ καὶ ἀναφαίρετον παρασχέσθαι τὴν μίσθωσιν ἐπὶ τὸν χρόνον ἢ ἐκτίνεινἐκτίννειν τῷ Ὡρίωνι τά τε βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἐπίτιμονἐπίτειμον ἀργυρίου δραχμὰς ἑκατὸν καθάπερ ἐκἐγ δίκης, μὴ ἐλαττουμένου τοῦ Ὡρίωνος ὑπὲρ ὧν προφέρεται ὀφείλεσθαι αὐτῷ ὑπὸ τοῦ μετηλλαχότος τοῦ Συνίστορος πατρὸς Συνίστορος κατὰ δημόσιον χρημα τισμὸν ἀργυρίου δραχμῶν διακοσίων ἑξήκοντα ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις, μηδὲν ἧσσον κυρίων ὄντων τῶν συνκεχωρημένων. ἀξιοῦμεν. Δωρίων κατακεχώρισται. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, μηνὸς Σεβαστοῦ κζ Σεβαστῇ. vestiges ζ ἔτους vestiges

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.