no image
DDbDP-text
Petition about a Fire via HGV-meta
Linked by Trismegistos ID
TM 16544.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ἀνουβίωνι στρατηγῷ Ὀξυρυγχείτου παρὰ Ὡρίωνος Σερήνου ἀπʼ Ὀξυρύγ χων πόλεως φροντιστοῦ Κλαυδίας Ἰσιδώρας τῆς καὶ Ἀπίας καὶ ὡς χρηματίζει. περὶ Πεεννὼ πλησίον ὄντος Τόκα κώμης νυκτὶ τῇ προδιελθούσῃπροσδιελθούσῃ βο ῆς γενομένης πρὸς ἣν εὐθέ ως ἐκπηδήσας σὺν τοῖς τῆς Τό κα δημοσίοις καὶ ἐκεῖσε γενόμε νοι εὕρομενεὕρομον τῆς μηχανῆς τοὺς ἐργάτας ἀπὸ πυρὸς ἀδι κηθέντας τέλεον καὶ βοηθή σαντες κατεσβέσαμεν τὸ πῦρ. ὅθεν ἐπιδίδωμιἐπιδίδομι τὸ βι βλίδιον ἀξιῶν εἶναι αὐτὸ ἐν καταχωρισμῷ μὴ ἄρα τι ὕστερον ἀναφανῇ. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρετανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Ἐπεὶφ ιη. Ὡρίων Σερήνου ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.