no image
DDbDP-text
Gnomon of the Idios Logos via HGV-meta
Linked by Trismegistos ID
TM 25076.
Each record below describes this same artifact or text from a different angle.
τοὺς στρατευομένους καὶ ἀδιαθέτους τελευτῶντας ἐξὸν τέκνοις καὶ συγγενέσιν κληρονομεῖν ὅταν τοῦ αὐτοῦ γένους ὦσιν οἱ μετερχόμενοι. ἐὰν δὲ μὴ η παρεμβολη τῶν ἐπὶ φόνοις ἢ μείζοσιν ἁμαρτήμασιν κολαζο μένων ἢ καὶ διὰ ὁμοίας αἰτίας αὐθαίρετον φυγὴν ἑ λομένων τὰ ὑπάρχοντα ἀναλαμβάνεται δίδοται των καὶ ταῖς γυναιξὶν ἐν ἀργυρίοις αὐτοῖς δὲ τὸ δωδέκατον ὑπὸ ουου συνεχωρήθη οἱ παρὰ προστάγματα βασιλέων ἢ ἐπάρχων τι πράξαν τες ἀκαταλλήλως ἐζημιώθησαν οἱ μὲν τετάρτῳ μέρει τῆς οὐσίας οἱ δὲ ἡμίσει ἄλλοι δὲ ἐξ ὅλων οἱ ἐξ ἀστῆς καὶ Αἰγυπτίου γενόμενοι μένουσι μὲν Αἰγύπτιοι ἀμφοτέρους δὲ κληρονομοῦσι τοὺς γονεῖς Ῥωμαίου ἢ Ῥωμαίας κατʼ ἄγνοιαν συνελθόντων τὰ τέκνα τῷ ἥττονι γένει ἀκολουθεῖ τὰ περὶ τῶν εἰσαγόντων οὓς μὴ δεῖ εἰς τὴν Ἀλεξανδρέ ων πολιτείαν νῦν ἡγεμονικῆς γέγονεν διαγνώσεως ἐὰν Αἰγύπτιος ἐκ κοπρίας ἀνέληται μSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.