Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.42.3048

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐξ αὐθεντείας Αὐρηλίου Τιβερίου τοῦ κρατίστου δικαιοδότου. ὅσοι σῖτονσεῖτον ἔχουσι ἐν τῇ πόλει καὶ ἐν τῷ νομῷ, ἀπογραψά σθωσαν ὑπὲρ τοῦ καὶ τὴν πόλιν ἔχειν τὰς τροφὰς καὶ τὰς δημοσίας χρείας ἀνυσθῆναι ἔστιν τῆς αὔριον ἥτις ἐστὶν Φαμενὼθ κβ τοῦ ἀζημίου αὐτοῖς ὑπάρχοντος, λήμψεται γὰρ τὴν τιμὴντειμὴν ἣν ὥρισεν ὁ λαμπρότατος ἡμῶν ἡγεμὼν δηναρίων ϛ, γεινώσκοντεςγεινωσχοντες ὅτι ἐάν τις εὑρέθῇ μὴ ἀπογραψάμενος οὐ μόνον ὁ πυρὸς ἀλλὰ καὶ ἡ οἰκία ἔνθα εὑρίσκεται ἐκδικηθήσεται τῷ ἱερωτάτῳ ταμιείῳ. ἔτους γ Φαμενὼθ κα. ἀντίγραφον ἀπογραφῆς. Αὐρηλίῳ Τιβερίῳ τῷ κρατίστῳ δικαιοδότῃ παρὰ Καλπουρνίας Ἡρακλείας τῆς καὶ Εὐδαμίας θυγατρὸς Καλπουρνίου Θέωνος τῶν ἐν τῷ Μουσείῳ σιτηθέντωνσειτηθέντων καὶ ὡς ἐχρημάτιζεν διὰ Αὐρηλίου Πεκύλλου τοῦ καὶ Θέωνος γυμνασιαρχήσαντος πρυτανεύσαντος βουλευτοῦ τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ Χαιρήμονος τοῦ καὶ Δημητ καὶ ὡς χρηματίζει ἐπιτρόπων· ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ σοῦ ὃν ἔχω πυρὸν ὑπὸ πραγματευτὰς ἐν μὲν κτήσει μου Σοῦιν ἀρτάβας Γκ ἐν δὲ τῷ Δωσιθέου ἀρτάβας σμε καὶ ἐν τῷ Ἰσίου Τρύφωνος ἀρτάβας σκ καὶ ἐν Θμοινεψώβθει ἀρτάβας υξ καὶ ἐν Λίλη ἀρτάβας σπ καὶ ἐν τῷ Σατύρου ἀρτάβας ωκ ἀπὸ δὲ τῶν προκειμένων δίδονται μηνιαῖαι συντάξεις πραγματευταῖς τε καὶ φροντισταῖς καὶ γεωργοῖς καὶ παιδαρίοις καὶ καταμηνείοις, καὶ ἐν τῷ Σατύρου συαλλαγεῖσαι ἔτι ἀπὸ τοῦ διελθόντος μηνὸς Μεχεὶρ Κοπρεῖ καὶ πῶτι μαγείροις τῆς πόλεως διὰ τὸ ἐκ παλαιότητος τὸ ἔλαιονἔλεον διεφθάρθαι ἀρτάβαι σπζ ἔτους γ Φαμενὼθ κβ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.