no image
DDbDP-text
Letter of Ammonius via HGV-meta
Letter from Ammonios to Apollonios about gifts and a family quarrel. A private letter from Ammonios to Apollonios, an inspector, thanking him for a bag, cloaks and pipes, urging him and his brothers to stop quarrelling over the key to a room, and asking about wool from Salvius. It comes from Oxyrhynchus in the 1st or 2nd century AD. machine translation
Linked by Trismegistos ID
TM 25080.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀμμώνιος Ἀπολλωνίωι τῶι
ἀδελφῶι χαίρειν.
ἐκομισάμην τὴν κεχιασμένην ἐπιστολὴν
καὶ τὴν ἱματιοφορίδα καὶ τοὺς φαινόλας καὶ τὰς
σύριγγας οὐ καλάς, τοὺς δὲ φαινόλας οὐχ ὡς
παλαιοὺς ἔλαβον ἀλλʼ εἴ τι μεῖζόν ἐστιν καινῶν διὰ προαίρεσιν. οὐ θέλω δέ σε, ἄδελφε, βαρύνειν με ταῖς συνεχέσι φιλανθρωπίαις,
… οὐ δυνάμενον ἀμείψασθαι, αὐτὸ δὲ μόνον
ἡμεῖς προαίρεσιν φιλικῆς διαθέσεως νομίζομεν παρεστακέναι σοι. παρακαλῶ
δέ σε, ἄδελφε, μηκέτι λόγον ποιεῖσθαι περὶ τῆς κλειδὸς τῆς μονοχώρου. οὐ γὰρ θέλω ὑμᾶς τοὺς ἀδελφοὺς ἕνεκα ἐμοῦ ἢ ἄλλου διαφοράν τινα ἔχειν. ὁμόνοιαν γὰρ καὶ
φιλαλληλίαν εὔχομαι ἐν ὑμῖν διαμένειν
ἵνʼ ἦτε ἀκαταλήρητοι καὶ μὴ ὁμοῖοι
ἡμῖν. ἡ γὰρ πεῖρα ἐπάγεταί με προτρέψασθαι ὑμᾶς εἰρηνεύειν καὶ μὴ διδόναι ἀφορμὰς ἑτέροις καθʼ ὑμῶν. πείρασαι οὖν καὶ διʼ
ἐμὲ τοῦτο ποιεῖν, χαρισάμενός μοι ὃ μεταξὺ ἐπιγνώσῃ ἀγαθόν. τὰ ἔρια ἂν ᾖς εἰληφὼς παρὰ Σαλβίου πλήρη καὶ ᾖ σοι ἀρεστά, ἀντίγραψόν μοι. γελοῖα δέ σοι γέγραφα
διὰ τῆς προτέρας ἐπιστολῆς, ἃ παραδέξῃ·
ἡ γὰρ ψυχὴ ἀνειμένη γείνεται, ὅταν τὸ
σὸν ὄνομα παρῇ, καὶ ταῦτα οὐκ ἔθος ἐχούσης ἠρεμεῖν διὰ τὰ ἐπερχόμενα, ἀλλʼ ὑποφέρει Λεωνᾶς. ἀσπάζομαί σε, δέσποτα, καὶ τοὺς
σοὺς πάντας. ἔρρωσο, τιμιώτατε
[v]
Ἀπολλωνίωι Ἀπολλω ἐπισκέπτῃ ἀδελφῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.