no image
DDbDP-text
Letter of Achillion to Hieracapollon via HGV-meta
Linked by Trismegistos ID
TM 30334.
Each record below describes this same artifact or text from a different angle.
Ἀχιλλίων Ἱερακαπόλλωνι τῷ ἀδελφῷ χαίρειν. μέλλων μεταπέμπεσθαι τὴν ἀδελ φὴν ἀναγκαίως διὰ τῶν εἰς τοῦτο ὑ πʼ ἐμοῦ διαπεμφθέντων γράφω πρῶτον μὲν ἀσπαζόμενός σε καὶ τὴν ἀδελφήν μου καὶ τὸν υἱὸν ἡμῶν Διονύσιον ἔπειτα προτρε πόμενος γράφειν μοι περί τε τῆς σω τηρίας σου καὶ ὧν ἐντεῦθεν χρή ζεις. τοῦτο γὰρ ποιήσας ἔσει μοι χαρισάμενος. δόξομεν γὰρ διὰ τῶν γραμμάτων ἀλλήλους ὁρᾶν. ἐρρῶσθαί σε εὔχομαι. Ἱερακαπόλλωνι ἀδελφῶι παρὰ Ἀχιλλίωνος στρατηγοῦ Μαρμαρικῆς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.