no image
DDbDP-text
Receipt for Dyke- and Other Taxes via HGV-meta
Linked by Trismegistos ID
TM 15985.
Each record below describes this same artifact or text from a different angle.
Ἡρῴου ἔτους δ Γαΐων Ἰουλίων Οὐήρων Μαξιμίνου καὶ Μαξίμου υἱοῦ Γερμανικῶν Μεγίστων Δακι κῶν Μεγίστων Σαρματικῶν Μεγίστων Καισά ρων τῶν κυρίων, Τῦβι ι. διέγραψαν πράκτορσιν ἀργυρικῶν μητροπόλεως ἀμφόδου Ἡρῴου Ἐπάγαθος καὶ Θῶνις καὶ Σαραπάμ μων καὶ Ἀχιλλεύς, δοῦλοι οἱ δ, χωματικοῦ γ ἔτους τοῦ ἐνεστῶτος δ ἔτους δραχμὰς τριάκοντα δύο, γίνονται δραχμαὶ λβ. Αὐρήλιος Εὐσεβ σεσημείωμαι. καὶ τῇ ιβ τοῦ Φαρμοῦθι μηνὸς οἱ αὐτοὶ λαογραφίας ἀργυρίου δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ. ὁ αὐτὸς σεσημείωμαι. ἔτους α Μάρκου Ἀντωνίου Γορδιανοῦ Ῥωμανοῦ Σεμπρωνιανοῦ Ἀφρικανοῦ καὶ Μάρκου Ἀντωνίου Γορδιανοῦ Ῥωμανοῦ Σεμπρωνιανοῦ Ἀφρικανοῦ Καισάρων τῶν κυρίων, Παῦνι ιθ. διέγραψαν πράκτορσιν ἀργυρικῶν μητροπόλεως ἀμφόδου Ἡρῴου Ἐπάγαθος καὶ Θῶνις καὶ Σαραπάμμων καὶ Ἀχιλλεύς, οἱ δ δοῦλοι, λαογραφίας, ὑικῆς, ν τοῦ αὐτοῦ α ἔτους ἀργυρίου δραχμὰς τριάκοντα ἑπτά, γίνονται δραχμαὶ λζ . Αὐρήλιος Εὐσεβ σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.